ευλόγει η ψυχή μου τον Κύριο

  •  
    Απολυτίκια μηνός Ιουνίου

     

    Νικηφόρου Ομολογητού (2 Ιουνίου)
    Νίκην ήνεγκε, τη Εκκλησία η ση ένθεος, ομολογία ιεράρχα Νικηφόρε Θεόληπτε· την γαρ εικόνα του Λόγου σεβόμενος, υπερρία αδίκως ωμιλήσας. Πάτερ όσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

    Λουκιλλιανού Μάρτυρος (3 Ιουνίου)
    Ως άστρον φαεινόν, εκ νυκτός της απάτης, ω Λουκιλλιανέ, ευσεβώς αναλάμψας, νομίμως ηγώνισαι, και το δόλιον εκτείνας· όθεν πρέσβευε, συν τη θεοφρόνι Παύλη, και τοις τέσσαρσι Παισί Χριστώ αθλοφόρε, υπέρ των ψυχών ημών.

    Μητροφάνους Αρχιεπισκόπου Κωνσταντινουπόλεως (4 Ιουνίου)
    Την πίστιν Χριστού, τρανώς συ εδογμάτισας, και ταύτην τηρών, εις πλήθος όντως ηύξησας, το πιστόν σου ποίμνιον. Συν Αγγέλοις όθεν Μητροφάνες, συναγάλλη νυν, και Χριστώ, πρεσβεύεις απαύστως υπέρ πάντων ημών.

    Ιλαρίωνος Οσίου (6 Ιουνίου)
    Των λόγων του Κυρίου την χάριν γεώργησας, ήνθησας καθάπερ ελαί, παμμάκαρ Ιλαρίων, ελαίω των θείων αρετών, και της ομολογίας σου σοφέ, Ιλαρύνων τας καρδίας και τας ψυχάς, των πίστει σοι εκβοώντων· δόξα τω δεδωκότι σοι ισχύν, δόξα τω σε στεφανώσαντι, δόξα τω ενεργούντι δια σου, πάσιν ιάματα.

    Θεοδότου Άγκυρας Ιερομάρτυρος (7 Ιουνίου)
    Δύσιν ένθεον, καταπλουτήσας, την της χάριτος ιερουργίαν, ιερομάρτυς τρισμάκαρ Θεόδοτε, καθάπερ δώρα Θεώ προσενήνοχας, τας αριστείας των θείων αγώνων σου. Πάτερ όσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

    Κυρίλλου Αρχιεπισκόπου (9 Ιουνίου)
    Ως κύρος ουράνιον, θεολογία η ση, βραβεύει εν πνεύματι, τη εκκλησία Χριστού, την χάριν την ένθεον· συ γαρ καθυπογράψας, της Τριάδος την δόξαν, μύστης της Θεοτόκου, και υπέρμαχος ώφθης, παρ ης λαμπρώς εδοξάσθης, Ιεράρχα παμμάκαρ Κύριλλε.

    Αλεξάνδρου και Αντωνίνης Μαρτύρων (10 Ιουνίου)
    Ξυνωρίς η αγία των Μαρτύρων υμνείσθω μοι, συν τω ευκλεεί Αλεξάνδρω, Αντωνίνα η πάνσεμνος· αγάπη γαρ και πίστει ευσεβεί, εκλάμψαντες εν άθλοις ιεροίς, ιαμάτων εφαπλούσι μαρμαρύγας, τοις πόθω ανακράζουσι· δόξα τω ενισχύσαντι υμάς, δόξα τω στεφανώσαντι, δόξα τω ενεργούντι δι υμών, πάσιν ιάματα.

    Αποστόλου Βαρνάβα (11 Ιουνίου)
    Το μέγα κλέος της Κύπρου, της οικουμένης τον κήρυκα, των Αντιοχέων τον πρώτον, της χριστονύμου κλήσεως αρχιτέκτονα. Της Ρώμης τον κλεινόν εισηγητήν, και Θείον των εθνών σαγηνευτήν, το της χάριτος δοχείον, του Παρακλήτου Πνεύματος τον επώνυμον, Απόστολον τον μέγαν, τον του Θείου Παύλου συνέκδημον, των εβδομήκοντα πρώτον, τον δώδεκα ισοστάσιον. Πάντες συνελθόντες σεπτώς οι πιστοί, τον Βαρνάβαν άσμασιν στέψωμεν, πρεσβεύει γαρ τω Κυρίω, ελεηθήναι τας ψυχάς ημών.

    Βαρθολομαίου Και Βαρνάβα (11 Ιουνίου)
    Θεία όργανα, του Παρακλήτου, και εκφάντορες, του Θεού Λόγου, ανεδείχθητε θεόπται Απόστολοι, Βαρθολομαίε των Δώδεκα σύσκηνε, και Βαρνάβα ως υιός παρακλήσεως. Αλλ αιτήσασθε, Χριστόν τον Θεόν πανεύφημοι, δωρήσασθαι ημίν το μέγα έλεος.

    Ονουφρίου Οσίου και Πέτρου εν Άθω (12 Ιουνίου)
    Των Αγγέλων τον βίον εν σαρκί μιμησαμένοι, ώφθητε ερήμου πολίται, και χαρίτων κειμήλια, Ονούφριε Αιγύπτου καλλονή, και Πέτρε των εν Άθω ο φωστήρ· δια τούτο τους αγώνας υμών αεί τιμώμεν αναμέλποντες· δόξα τω ενισχύσαντι υμάς, δόξα τω στεφανώσαντι, δόξα τω ενεργούντι δι υμών πάσιν ιάματα.

    Ακυλίνης Μάρτυρος (13 Ιουνίου)
    Παρθένος ακήρατος, και Αθληφόρος σεμνή, εδείχθης τοις πέρασι, τη αγαπήσει Χριστού, Ακυλίνα θεόνυμφε· συ γαρ καθάπερ ρόδον, νοητόν τεθηλυϊα, επνεύσαι εν αθλήσει της αγνείας την χάριν, πρεσβεύουσα τω Κυρίω, σώζεσθαι άπαντας.

    Μεθοδίου Ομολογητού (14 Ιουνίου)
    Ευσεβείας την μέθοδον προβαλλόμενος, αιρετικών διαλύεις τας επινοίας στερρώς, Ορθοδώξων η κρηπίς πάτερ Μεθόδιε· την γαρ εικόνα του Χριστού, ανεστήλωσας τιμάν, ως θείος ιεροφάντωρ· και νύν αϋλος δοξάζεις, και ικετεύεις υπέρ πάντων ημών.

    Ισαύρου, Μανουήλ Και Ισμαήλ Μαρτύρων (17 Ιουνίου)
    Ως εννεάριθμον, του Λόγου σύνταγμα, εχθρών τας φάλαγγας, κατετροπώσαντο, Ίσαυρος Φήλιξ συν αυτοίς. Ερμείας και Περεγρινός, αμα Ινοκέντιος, Μανουήλ και Βασίλειος, Ισμαήλ ο ένδοξος, Σαβέλ ο μακάριος· διό και τα βραβεία της νίκης, εύρον ως Μάρτυρες Κυρίου.

    Λεοντίου Μάρτυρος (18 Ιουνίου)
    Ρώμην ένθεον, διεζωσμένος, εθριάμβευσας, εν τοις αγώσιν, αθλοφόρε του Σωτήρος Λεόντιε· συ γαρ ως λέων προς άθλησην ωρμήσας, και πολεμίων το κράτος κατέβαλες. Μάρτυς ένδοξε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

    Ιούδα Αποστόλου (19 Ιουνίου)
    Χριστού σε συγγενή, ω Ιούδα, ειδότες, και Μάρτυρα στερρόν, ιερώς ευφημούμεν, την πλάνην πατήσαντα, και την πίστιν τηρήσαντα· όθεν σήμερον, την παναγίαν σου μνήμην, εορτάζοντες, αμαρτημάτων την λύσιν, ευχαίς σου λαμβάνομεν.

    Μεθοδίου Ιερομάρτυρος (20 Ιουνίου)
    Θείαν μέθοδον της ευσεβείας, εθησαύρησας τη Εκκλησία, ως Ιεράρχης και μάρτυς Μεθόδιε· συ γαρ σοφίας τον πλούτον δρεψάμενος, αθλητικώς το σον τάλαντον ηύξησας. Πάτερ όσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

    Ιουλιανού Μάρτυρος (21 Ιουνίου)
    Μητρικαίς υποθήκαις μυσταγωγούμενος, πανευκλεής στρατιώτης ώφθης Χριστού του Θεού, παντευχίαν μυστικήν περιζωσάμενος· όθεν καθείλες τον εχθρόν, ως γενναίος αριστεύς, και ήθλησας θεοφρόνως Ιουλιανέ θεόφρον, υπέρ ημών αεί πρεσβεύων Θεώ.

    Αγριππίνης Μάρτυρος (23 Ιουνίου)
    Θείω πνεύματι, κραταιωθείσα, ηνδραγαθείσας, γενναιοφρόνως, Αγριππίνας παρθενίας οσφράδιον· όθεν Χριστού δοξασθείσα τη χάριτι, πηγάς θαυμάτων βλαστάνοις τοις πέρασι· Μάρτυς ένδοξε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

    Ιωάννου Προφήτου Προδρόμου (24 Ιουνίου)
    Προφήτα και Πρόδρομε, της παρουσίας Χριστού, αξίως ευφημήσαι σε, ουκ ευπορούμεν ημείς οι πόθω τιμώντες σε· στείρωσις γαρ τεκούσης και πατρός αφωνία, λέλυνται τη ενδόξω και σεπτή σου γεννήσει, και σάρκωσις Υιού του Θεού, κόσμω κηρύττεται.

    Παναγιώτου Νεομάρτυρος (24 Ιουνίου)
    Θείον βλάστημα, της Καισαρείας, και ομότροπος των αθλοφόρων αναδείχθης, Παναγιώτη μακάριε, του γαρ Σωτήρος κηρύξας το όνομα, υπέρ αυτού το σόν αίμα εξέχεας, μάρτυς ένδοξε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

    Φεβρωνίας Οσιομάρτυρος (25 Ιουνίου)
    Ως της ασκήσεως, ρόδον ηδύπνευστον, οσμήν αθλήσεως, τω κόσμω επνεύσας, εις οσμήν μύρων του Χριστού δραμούσα ασχέτω πόθω· όθεν ως παρθένον σε και οσίαν και μάρτυρα, θαυμαστώς εδόξασε, Φεβρωνία ο Κύριος ώ πρέσβευε υπέρ των βοώντων· χαίρε σεμνή οσιομάρτυς.

    Δαυϊδ Του Εν Θεσσαλονίκη (26 Ιουνίου)
    Τη αγάπη του Λόγου πάτερ πτερούμενος, επι του δένδρου διήλθες αγγελικήν βιοτήν, και εξήνεγκας ημίν καρπούς της χάριτος, εξ ων τρυφώντες, νοητώς εκβοώμεν σοι πιστώς, Δαυίδ οσίων ακρότης. Μη διαλίπης πρεσβεύων, ελεηθήναι τας ψυχάς ημών.

    Οσίου Σαμψών Του Ξενοδόχου (27 Ιουνίου)
    Εν τη υπομονή σου εκτήσω τον μισθόν σου Πάτερ όσιε, ταις προσευχές αδιαλείπτως εγκαρτερήσας, τους πτωχούς αγαπήσας και τούτοις επαρκέσας. Αλλά πρέσβευε Χριστώ τω Θεώ· Σαμψών θεόφρον μακάριε, σωθήναι τας ψυχάς ημών.

    Κύρου Και Ιωάννου Αναργύρων (28 Ιουνίου)
    Τα θαύματα των αγίων σου Μαρτύρων, τείχος ακαταμάχητον ημίν δωρησάμενος, Χριστέ ο Θεός, ταις αυτών ικεσίαις, βουλάς εθνών διασκέδασον, και βασιλείας τα σκήπτρα κραταίωσον, ως μόνος αγαθός και φιλάνθρωπος.

    Πέτρου Και Παύλου Των Αποστόλων (29 Ιουνίου)
    Οι των Αποστόλων πρωτόθρονοι, και της οικουμένης Διδάσκαλοι, τω Δεσπότη των όλων πρεσβεύσατε, ειρήνην τη οικουμένη δωρήσασθαι, και ταις ψυχαίς ημών το μέγα έλεος.

    Σύναξις των Αποστόλων (30 Ιουνίου)
    Ως δωδεκάπυρσος λυχνία έλαμψαν, οι Δωδεκάριθμοι, Χριστού Απόστολοι, Πέτρος και Παύλος συν Λουκά, Ανδρέας και Ιωάννης, Βαρθολομαίος Φίλιππος, συν Ματθαίω και Σίμωνι, Μάρκος και Ιάκωβος, και Θωμάς ο μακάριος, και ηύγασαν τους πίστει βοώντας χαίρετε Λόγου οι αυτόπται.

    Τα απολυτίκια της σελίδας αυτής μας έστειλε ο Λεωνίδας Σ., τον οποίο και ευχαριστούμε πολύ!

     

    Δείτε επίσης:

    Απολυτίκια μηνός Ιανουαρίου

    Απολυτίκια μηνός Φεβρουαρίου

    Απολυτίκια μηνός Μαρτίου

    Απολυτίκια μηνός Απριλίου

    Απολυτίκια μηνός Μαΐου

    Απολυτίκια μηνός Ιουνίου

    Απολυτίκια μηνός Ιουλίου

    Απολυτίκια μηνός Αυγούστου

    Απολυτίκια μηνός Σεπτεμβρίου

    Απολυτίκια μηνός Οκτωβρίου

    Απολυτίκια μηνός Νοεμβρίου

    Απολυτίκια μηνός Δεκεμβρίου

    Απολυτίκια κινητών εορτών

    Κατηγορία: Ύμνοι και Προσευχές
    Tags:

    No Comments

Αφήστε ένα σχόλιο!

 

Προσαρμοσμένη αναζήτηση

Ορθόδοξα Χριστιανικά Βιβλία

Κάντε κλικ εδώ για να διαβάσετε κριτικές παρουσιάσεις για Ορθόδοξα Χριστιανικά Βιβλία.