Categories: Διάφορα

Η Ευχή του Αγίου Φωτός

Την παραθέτουμε ολόκληρη και ακριβώς ως έχει στην Νέα Σιών, το επίσημο δημοσιογραφικό όργανο του Πατριαρχείου Ιεροσολύμων.

Share

Ο Πατριάρχης εισέρχεται στο Ιερό Κουβούκλιο και κλίνας τα γόνατα, μετά φόβου και κατανύξεως, αναγιγνώσκει την ακόλουθη ευχή!

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ἡ ἀρχίφωτος σοφία τοῦ ἀνάρχου Πατρός.

Ὁ φῶς οἰκῶν ἀπρόσιτον, ὁ εἰπών ἐκ σκότους φῶς λάμψαι, ὁ εἰπών γενηθήτω φῶς καί ἐγένετο φῶς, Κύριε, ὁ τοῦ φωτός χορηγός, ὁ ἐξαγαγών ἡμᾶς ἀπό τοῦ σκότους τῆς πλάνης καί εἰσαγαγών εἰς τό θαυμαστόν φῶς τῆς σῆς ἐπιγνώσεως, ὁ τήν γῆν μέν πᾶσαν διά τῆς ἐν αὐτῇ ἐνσάρκου παρουσίας σου, τά καταχθόνια δέ διά τῆς εἰς Ἅδην καταβάσεώς σου φωτός πληρώσας καί χαρᾶς, μετά δέ ταῦτα διά τῶν ἁγίων σου ἀποστόλων φῶς καταγγείλας πᾶσι τοῖς ἔθνεσιν.

Εὐχαριστοῦμεν σοι, ὅτι διά τῆς εὐσεβοῦς πίστεως μετήγαγες ἡμᾶς ἀπό σκότους εἰς φῶς καί γεγόναμεν υἱοί διά τοῦ ἁγίου βαπτίσματος, θεασάμενοι τήν δόξαν σου πλήρη οὖσαν χάριτος καί ἀληθείας· ἀλλ᾿ ὦ φωτοπάροχε Κύριε· ὁ τό μέγα φῶς ὤν, ὁ εἰπών, ὁ λαός ὁ καθήμενος ἐν σκότει. Δέσποτα Κύριε, τό φῶς τό ἀληθινόν, ὅ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τόν κόσμον· τό μόνον φῶς τοῦ κόσμου καί φῶς τῆς ζωῆς τῶν ἀνθρώπων, οὗ ἀπό τῆς δόξης ἐπληρώθη τά σύμπαντα, ὅτι φῶς εἰς τόν κόσμον ἐλήλυθας διά τῆς ἐνσάρκου σου οἰκονομίας, εἰ καί οἱ ἄνθρωποι ἠγάπησαν μᾶλλον τό σκότος ἤ τό φῶς· σύ Κύριε φωτοδότα, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν καί ἀναξίων δούλων σου τῶν τῇ ὥρᾳ ταύτῃ παρισταμένων τῷ παναγίῳ σου καί φωτοφόρῳ τούτῳ τάφῳ καί πρόσδεξαι ἡμᾶς τιμῶντας τά ἄχραντα πάθη σου, τήν παναγίαν σου σταύρωσιν, τόν ἐκούσιον θάνατον καί τήν ἐν τῷ πανσεβάστῳ τούτῳ μνήματι τοῦ τεθεωμένου σου σώματος κατάθεσιν καί ταφήν καί τριήμερον ἐξανάστασιν, ἥν χαρμονικῶς ἤδη ἀρξάμενοι ἑορτάζειν, μνείαν ποιούμεθα καί τῆς ἐν Ἅδου καθόδου σου, δι’ ἧς τάς ἐκεῖσε τῶν δικαίων κατεχομένας ψυχάς δεσποτικῶς ἠλευθέρωσας τῇ ἀστραπῆ τῆς σῆς θεότητος φωτός πληρώσας τά καταχθόνια.

Ὅθεν δή ἀγαλλομένῃ καρδίᾳ καί χαρᾷ πνευματικῆ κατά τοῦτο τό ὑπερευλογημένον Σάββατον τά ἐν γῆ καί ὑπό γῆν θεοπρεπῶς τελεσθέντα σοι σωτηριωδέστατα μυστήρια σου ἑορτάζοντες καί σέ τό ὄντως ἱλαρόν καί ἐφετόν φῶς ἐν τοῖς καταχθονίοις θεϊκῶς ἐπιλάμψαν, ἐκ τάφου δέ θεοπρεπῶς ἀναλάμψαν ἀναμιμνησκόμενοι, φωτοφάνειαν ποιούμεθα, σοῦ τήν πρός ἡμᾶς συμπαθῶς γενομένην θεοφάνειαν, εἰκονίζοντες· ἐπειδή γάρ τῇ σωτηρίῳ καί φωταυγεί νυκτί πάντα πεπλήρωται φωτός οὐρανός τε καί γῆ καί τά καταχθόνια διά τό ὑπερφυές μυστήριον τῆς ἔν Ἅδου καθόδου σου καί τῆς ἐκ Τάφου σου τριημέρου ἀναστάσεως.

Διά τοῦτο, ἐκ τοῦ ἐπί τοῦτον τόν φωτοφόρον σου Τάφον ἐνδελεχῶς καί ἀειφώτως ἐκκαιομένου φωτός εὐλαβῶς λαμβάνοντες διαδιδόαμεν τοῖς πιστεύουσιν εἰς σέ τό ἀληθινόν φῶς καί παρακαλοῦμεν καί δεόμεθά σου, Πανάγιε Δέσποτα, ὅπως ἀναδείξης αὐτό ἁγιασμοῦ δῶρον καί πάσης θεϊκῆς σου χάριτος πεπληρωμένον, διά τῆς χάριτος τοῦ Παναγίου καί φωτοφόρου Τάφου σου· καί τούς ἀπτομένους εὐλαβῶς αὐτοῦ εὐλογήσῃς καί ἁγιάσῃς, τοῦ σκότους τῶν παθῶν ἐλευθερῶν καί τῶν φωτεινοτάτων σου σκηνῶν καταξίωσῃς, ὅπου φῶς τό ἀνέσπερον τῆς σῆς θεότητος λάμπει· χάρισαι αὐτοῖς, Κύριε, ὑγίειαν καί εὐζωίαν καί τούς οἴκους αὐτῶν παντός ἀγαθοῦ πλήρωσον.

Ναί, Δέσποτα φωτοπάροχε, ἐπάκουσόν μου τοῦ ἁμαρτωλοῦ ἐν τῇ ὥρᾳ ταύτῃ καί δός ἡμῖν τε καί αὐτοῖς περιπατεῖν ἐν τῷ φωτί σου καί ἐν αὐτῷ μένειν, ἕως τό φῶς τῆς προσκαίρου ζωῆς ἔχομεν.

Δός ἡμῖν, Κύριε, ἵνα τό φῶς τῆς προσκαίρου ζωῆς ταύτης ἔχωμεν.

Δός ἡμῖν Κύριε, ἵνα τό φῶς τῶν καλῶν ἔργων ἡμῶν λάμπῃ ἔμπροσθεν τῶν ἀνθρώπων καί δοξάζωσί σε σύν τῷ ἀνάρχῳ σου Πατρί καί τῷ Παναγίῳ Πνεύματι.

Εἰς φῶς γάρ ἐθνῶν ἡμᾶς τέθεικας, ἵνα αὐτοῖς τῇ σκοτίᾳ περιπατοῦσι φαίνωμεν.

Ἀλλ᾿ ἡμεῖς ἠγαπήσαμεν τό σκότος μᾶλλον ἤ τό φῶς, φαᾶλα πράσσοντες.

Πᾶς γάρ ὁ φαῦλα πράσσων μισεῖ τό φῶς κατά τόν ἀψευδῆ λόγον σου· διά τοῦτο ὁσημέραι προσκόπτομεν ἁμαρτάνοντες, ἐπειδή περιπατοῦμεν ἐν τῇ σκοτίᾳ.

Ἀλλ᾿ ἀξίωσον ἡμᾶς τό ὑπόλοιπον τῆς ζωῆς ἡμῶν βιωτεῦσαι πεφωτισμένους τούς ὀφθαλμούς τῆς διανοίας ἡμῶν.

Δός ἡμῖν, ἵνα ὡς τέκνα φωτός περιπατήσωμεν ἐν τῷ φωτί τῶν ἐντολῶν σου· τό τοῦ ἁγίου βαπτίσματος φωτεινόν ἔνδυμα, ὅπερ διά τῶν ἔργων ἠμαυρώσαμεν, λεύκανον ὡς τό φῶς, ὁ ἀναβαλλόμενος τό φῶς ὥσπερ ἱμάτιον.

Δός ἡμῖν ἐνδύσασθαι τά ὅπλα τοῦ φωτός, ἵνα δι᾿ αὐτῶν τόν ἄρχοντα τοῦ σκότους τροπούμεθα, ὅς μετασχηματίζεται εἰς ἄγγελον φωτός.

Ναί, Κύριε, καί ὡς ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῖς ἐν σκότει καί σκιᾷ θανάτου καθημένοις φῶς ἔλαμψας, οὕτω σήμερον λάμψον ἐν ταῖς καρδίαις ἡμῶν τό σόν ἀκήρατον φῶς, ἵνα διά τούτου φωτιζόμενοι καί θερμαινόμενοι ἐν τῇ πίστει δοξάζομέν σε τό μόνον ἐκ μόνου τοῦ άρχιφώτου φωτός ἱλαρόν φῶς εἰς τούς ἀτελευτήτους αἰώνας.

Ἀμήν.

Μετά το τέλος της ευχής «ο Πατριάρχης μετά πάσης ευλαβείας ασπάζεται τον Πανάγιον Τάφον, λαμβάνει το Άγιον φως και εξερχόμενος από αυτού στον προθάλαμον μεταδίδει το Άγιον Φως.

H Ευχή του Αγίου Φωτός, περιλαμβάνεται στο βιβλίο της Σοφίας Κιόρογλου, «Μυστικά βιώματα στην Αγία Γη».

This post was last modified on 20 Αυγούστου 2019 11:46

ΤΑ ΠΙΟ ΝΕΑ

ΤΕΙΘ – Αλεξάνδρειο Τεχνολογικό Εκπαιδευτικό Ίδρυμα Θεσσαλονίκης – Σίνδος, Θεσσαλονίκη, Μακεδονία, Ελλάδα

Φωτογραφίες από το ΤΕΙΘ - Αλεξάνδρειο Τεχνολογικό Εκπαιδευτικό Ίδρυμα Θεσσαλονίκης στη Σίνδος, Θεσσαλονίκη.

18 Σεπτεμβρίου 2019

Κέικ με φρέσκες φράουλες

Σπάνιο είδος κέικ με λαχταριστές φρέσκιες φράουλες! Υπέροχο, φρουτένιο και πεντανόστιμο!

16 Σεπτεμβρίου 2019

Ο Walter Summerford, ο Roy Sullivan και τα χτυπήματα του κεραυνού

Οι άνθρωποι που δέχτηκαν τα περισσότερα χτυπήματα από κεραυνό στη ζωή τους.

4 Σεπτεμβρίου 2019

Ναύπακτος

Φωτογραφίες από τη Ναύπακτο.

4 Σεπτεμβρίου 2019

Παστίτσιο

Ένα από τα πιο αγαπημένα φαγητά των Ελλήνων. Παστίτσιο το κλασσικό και... τα λόγια είναι περιττά!

4 Σεπτεμβρίου 2019

T2 3D Battle Across Time HD

Mini Sequel για το Terminator 2 Judgement Day

3 Σεπτεμβρίου 2019

Χρησιμοποιούμε cookies για βελτίωση των υπηρεσιών μας και για στατιστικούς λόγους. Για να διαβάσετε τις σελίδες μας πρέπει να συμφωνήσετε με τη χρήση των cookies.

ΟΡΟΙ ΧΡΗΣΗΣ