Ο Μικρός Παρακλητικός Κανών στην Παναγία .: Πίστη .: Ματιά
 

Ο Μικρός Παρακλητικός Κανών στην Παναγία

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Γράφει: Matia Gr
Ο Μικρός Παρακλητικός Κανών στην Παναγία

Ευλογητός ο Θεός ημών, πάντοτε, νυν, και αεί, και εις τούς αιώνας των αιώνων.

Αμήν.

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου. Και μη εισέλθης εις κρίσιν μετά τού δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου εταπείνωσεν εις γην την ζωήν μου. Εκάθησε με εν σκοτεινοίς ως νεκρούς αιώνος και ηκηδίασεν επ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρος σοί. Ταχύ εισάκουσόν μου κύριε εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν σου απ εμού και ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησον μοί το πρωί το έλεός σου ότι επί σοί ήλπισα. Γνώρισον μοί, Κύριε, οδόν εν η πορεύσομαι ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον. Δίδαξον με τού ποιείν τω θέλημά σου ότι συ ει ο Θεός μου. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκα τού ονόματός σου, Κύριε ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολεθρεύσεις τούς εχθρούς μου. Και απολείς πάντας τούς θλίβοντας την ψυχήν μου ότι εγώ δούλος σου ειμί.

Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν· αμαρτωλοί και ταπεινοί, και προσπέσωμεν· εν μετανοία, κράζοντες εκ βάθους ψυχής· Δέσποινα, βοήθησον εφ ημίν σπλαγχνισθείσα· σπεύσον, απολλύμεθα υπό πλήθους πταισμάτων· μη αποστρέψης σους δούλους κενούς· σε γαρ και μόνην ελπίδα κεκτήμεθα.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Και νυν και αεί, και εις τούς αιώνας των αιώνων. Αμήν.

Ου σιωπήσωμεν ποτέ, Θεοτόκε· τας δυναστείας σου λαλείν οι ανάξιοι· ειμή γαρ συ προΐστασο πρεσβεύουσα· τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων· Τις δε διεφύλαξεν έως νυν ελευθέρους· Ουκ αποστώμεν, Δέσποινα, εκ σου· σους γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ελέησον με ο Θεός κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω και η αμαρτία μου ενώπιόν μου εστί διά παντός. Σοί μόνω ήμαρτον και το πονηρόν ενώπιόν σου εποίησα, όπως αν δικαιωθής εν τοίς λόγοις σου, και νικήσης εν τω κρίνεσθαι σε. Ιδού γαρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησε με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσας μοί. Ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς με αγαλλίασιν και ευφροσύνην αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου, και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου και το πνεύμα το Άγιον μη αντανέλης απ εμού. Απόδος μοί την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξον με. Διδάξω ανόμους τας οδούς σου και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε τα χείλη μου ανοίξεις και το στόμα μου αναγγελεί την αίνεσίν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Πολλοίς συνεχόμενος πειρασμοίς· προς σε καταφεύγω, σωτηρίαν επιζητών. Ω Μήτερ του Λόγου και Παρθένε· των δυσχερών και δεινών με διάσωσον.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Παθών με ταράττουσι προσβολαί· πολλής αθυμίας, εμπιπλώσαι μου την ψυχήν· ειρήνευσον, Κόρη, τη γαλήνη· τι του Υιού και Θεού σου, Πανάμωμε.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Σωτήρα τεκούσαν σε και Θεόν· δυσωπώ, Παρθένε, λυτρωθήναι με των δεινών· σοί γαρ νυν προσφεύγων ανατείνω· και την ψυχήν και την διάνοιαν.

Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Νοσούντα το σώμα και την ψυχήν· επισκοπής θείας, και προνοίας της παρά σου· αξίωσον, μόνη Θεομήτορ· ως αγαθή αγαθού τε λοχεύτρια.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Προστασίαν και σκέπην, ζωής εμής τίθημι· Σε, Θεογεννήτορ, Παρθένε, συ με κυβέρνησον· προς τον λιμένα σου, των αγαθών η αιτία· των πιστών το στήριγμα, μόνη πανύμνητε.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Ικετεύω, Παρθένε, τον ψυχικόν τάραχον· και της αθυμίας την ζάλην διασκεδάσαι μου· συ γαρ, Θεόνυμφε, τον αρχηγόν της γαλήνης· τον Χριστόν εκύησας, μόνη πανάχραντε.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Ευεργέτην τεκούσα, τον των καλών αίτιον· της ευεργεσίας τον πλούτον, πάσιν ανάβλυσον· πάντα γαρ δύνασαι, ως δυνατόν εν ισχύι· τον Χριστόν κυήσασα, Θεομακάριστε.

Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Χαλεπαίς αρρωστίαις, και νοσεροίς πάθεσιν· εξεταζομένω, Παρθένε, συ μοί βοήθησον· των ιαμάτων γαρ, ανελλιπή σε γινώσκω· θησαυρόν, Πανάμωμε, τον αδαπάνητον.

Διάσωσον· από κινδύνων, τούς δούλους σου, Θεοτόκε· ότι πάντες μετά Θεόν, εις σε καταφεύγομεν· ως άρρηκτον τείχος και προστασίαν.

Επίβλεψον· εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Ελέησον ημάς ο Θεός κατά το μέγα έλεός Σου, δεόμεθά Σου, επάκουσον και ελέησον.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Έτι δεόμεθα υπέρ των ευσεβών και ορθοδόξων χριστιανών.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Έτι δεόμεθα υπέρ του Αρχιεπισκόπου ημών Βαρθολομαίου.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Έτι δεόμεθα υπέρ του πατρός και καθηγουμένου ημών Αιμιλιανού ιερομονάχου και πάσης της εν Χριστώ ημών αδελφότητος.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Έτι δεόμεθα υπέρ των αδελφών ημών των εν ταις διακονίαις όντων, διακονούντων και διακονισάντων εν την ιερά μονή ταύτην.

Κύριε ελέησον.

Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοί την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.

Πρεσβεία θερμή, και τείχος απροσμάχητον· ελέους πηγή, του κόσμου καταφύγιον· εκτενώς βοώμεν σοί, Θεοτόκε Δέσποινα, πρόφθασον· και εκ κινδύνων λύτρωσαι ημάς· η μόνη ταχέως προστατεύουσα.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Των παθών μου τον τάραχον· η τον κυβερνήτην τεκούσα Κύριον· και τον κλύδωνα κατεύνασον· των εμών πταισμάτων, Θεονύμφευτε.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Ευσπλαγχνίας την άβυσσον· επικαλουμένω της σης παράσχου μοί· η τον εύσπλαγχνον κυήσασα· και Σωτήρα πάντων, των υμνούντων σε.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Απολαύοντες, Παναγνέ· των σων δωρημάτων ευχαριστήριον· αναμέλπομεν εφύμνιον· οι γινώσκοντές σε Θεομήτορα.

Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Οι ελπίδα και στήριγμα· και της σωτηρίας τείχος ακράδαντον· κεκτημένοι σε, Πανύμνητε· δυσχερείας πάσης, εκλυτρούμεθα.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Έμπλησον, Αγνή, ευφροσύνης την καρδίαν μου· την σην ακήρατον διδούσα χαράν· της ευφροσύνης· η γεννήσασα τον αίτιον.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Λύτρωσαι ημάς, εκ κινδύνων, Θεοτόκε Αγνή· η αιωνίαν τεκούσα λύτρωσιν· και την ειρήνην· την πάντα νουν υπερέχουσαν.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Λύσον την αχλύν, των πταισμάτων μου, Θεόνυμφε· τω φωτισμώ της σης λαμπρότητος· η φως τεκούσα· το θείον και προαιώνιον.

Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Ίασαι Αγνή, των παθών μου την ασθένειαν· επισκοπής σου αξιώσασα· και την υγείαν· τη πρεσβεία σου παράσχου μοι.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Θανάτου και της φθοράς ως έσωσεν· εαυτόν εκδεδωκώς τω θανάτω· την τη φθορά και θανάτω μου φύσιν· κατασχεθείσαν, Παρθένε, δυσώπησον· τον Κύριόν σου και Υιόν· της εχθρών κακουργίας με ρύσασθαι.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Προστάτιν σε, της ζωής επίσταμαι· και φρουράν ασφαλεστάτην Παρθένε· των πειρασμών διαλύουσαν όχλον· και επηρείας δαιμόνων ελαύνουσαν· και δέομαι διαπαντός· εκ φθοράς των παθών μου ρυσθήναι με.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Ως τείχος, καταφυγής κεκτήμεθα· και ψυχών σε παντελή σωτηρίαν· και πλατυσμόν εν ταις θλίψεσι, Κόρη· και τω φωτί σου αεί αγαλλόμεθα. Ω Δέσποινα, και νυν ημάς· των παθών και κινδύνων διάσωσον.

Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Εν κλίνη νυν, ασθενών κατακείμαι· και ουκ έστιν ίασις τη σαρκί μου· αλλ’ η Θεόν και Σωτήρα του κόσμου· και τον λυτήρα των νόσων κυήσασα· σου δέομαι της αγαθής· εκ φθοράς νοσημάτων ανάστησον.

Διάσωσον· από κινδύνων, τούς δούλους σου, Θεοτόκε· ότι πάντες μετά Θεόν, εις σε καταφεύγομεν· ως άρρηκτον τείχος και προστασίαν.

Άχραντε· η διά λόγου τον Λόγον ανερμηνεύτως· επ’ εσχάτων των ημερών τεκούσα, δυσώπησον· ως έχουσα μητρικήν παρρησίαν.

Ελέησον ημάς ο Θεός κατά το μέγα έλεός Σου, δεόμεθά Σου, επάκουσον και ελέησον.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Έτι δεόμεθα υπέρ των ευσεβών και ορθοδόξων χριστιανών.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Έτι δεόμεθα υπέρ του Αρχιεπισκόπου ημών Βαρθολομαίου.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Έτι δεόμεθα υπέρ του πατρός και καθηγουμένου ημών Αιμιλιανού ιερομονάχου και πάσης της εν Χριστώ ημών αδελφότητος.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Έτι δεόμεθα υπέρ των αδελφών ημών των εν ταις διακονίαις όντων, διακονούντων και διακονισάντων εν την ιερά μονή ταύτην.

Κύριε ελέησον.

Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοί την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.

Προστασία των Χριστιανών ακαταίσχυντε, μεσιτεία προς τον Ποιητήν αμετάθετε, μη παρίδης αμαρτωλών δεήσεων φωνάς, αλλά πρόφθασον, ως αγαθή, εις την βοήθειαν ημών, των πιστώς κραυγαζόντων σοι. Τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε, των τιμώντων σε.

Μνησθήσομαι του ονόματός σου εν πάση γενεά και γενεά.

Μνησθήσομαι του ονόματός σου εν πάση γενεά και γενεά.

Άκουσον, θύγατερ, και ίδε, και κλίνον το ους σου, και επιλάθου του λαού σου, και του οίκου του πατρός σου, και επιθυμήσει ο Βασιλεύς του κάλλους σου.

Του ονόματός σου μνησθήσομαι εν πάση γενεά και γενεά.

Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του Αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Σοφία. Ορθοί. Ακούσωμεν του Αγίου Ευαγγελίου. Ειρήνη πάσι.

Και τω Πνεύματί σου.

Εκ του κατά Λουκάν Αγίου Ευαγγελίου το ανάγνωσμα. Πρόσχωμεν.

Δόξα σοι, Κύριε, δόξα σοι.

Εν ταις ημέραις εκείναις, αναστάσα Μαριάμ επορεύθη εις την ορεινήν μετά σπουδής, εις πόλιν Ιούδα, και εισήλθεν εις τον οίκον Ζαχαρίου, και ησπάσατο την Ελισάβετ. Και εγένετο ως ήκουσεν η Ελισάβετ τον ασπασμόν της Μαρίας, εσκίρτησε το βρέφος εν τη κοιλία αυτής, και επλήσθη Πνεύματος Αγίου η Ελισάβετ, και ανεφώνησε φωνή μεγάλη, και είπεν, Ευλογημένη συ εν γυναιξί, και ευλογημένος ο καρπός της κοιλίας σου, και πόθεν μοι τούτο, ίνα έλθη η μήτηρ του Κυρίου μου προς με, ιδού γαρ, ως εγένετο η φωνή του ασπασμού σου εις τα ώτα μου, εσκίρτησε το βρέφος εν αγαλλιάσει εν τη κοιλία μου. Και μακαρία η πιστεύσασα, ότι έσται τελείωσις τοις λελαλημένοις αυτή παρά Κυρίου. Και είπε Μαριάμ, Μεγαλύνει η ψυχή μου τον Κύριον, και ηγαλλίασε το πνεύμα μου επί τω Θεώ τω σωτήρι μου, ότι επέβλεψεν επί την ταπείνωσιν της δούλης αυτού. Ιδού γαρ, από του νυν μακαριούσι με πάσαι αι γενεαί. Ότι εποίησε μοι μεγαλεία ο δυνατός, και άγιοv το όνομα αυτού. Έμεινε δε Μαριάμ συν αυτή ωσεί μήνας τρεις, και υπέστρεψεν εις τον οίκοv αυτής.

Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Πάτερ, Λόγε, Πνεύμα, Τριάς η εν Μονάδι, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Ταις της Θεοτόκου, πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Ελεήμον, Ελέησον με, ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.

Μη καταπιστεύσης με, ανθρωπίνη προστασία, Παναγία δέσποινα, αλλά δέξαι δέησιν, του ικέτου σου, θλίψις γαρ έχει με, φέρειν ου δύναμαι, των δαιμόνων τα τοξεύματα, σκέπην ου κέκτημαι, ουδέ που προσφύγω ο άθλιος, πάντοθεν πολεμούμενος, και παραμυθίαν ουκ έχω πλην σου, Δέσποινα τού κόσμου, ελπίς και προστασία των πιστών, μη μου παρίδης την δέησιν, το συμφέρον ποίησον.

Ουδείς προστρέχων επί σοι, κατησχυμένος από σου εκπορεύεται, αγνή Παρθένε Θεοτόκε, αλλ’ αιτείται την χάριν, και λαμβάνει το δώρημα, προς το συμφέρον της αιτήσεως.

Μεταβολή των θλιβομένων, απαλλαγή των ασθενούντων υπάρχουσα, Θεοτόκε Παρθένε, σώζε πόλιν και λαόν, των πολεμουμένων η ειρήνη, των χειμαζομένων η γαλήνη, η μόνη προστασία των πιστών.

Σώσον, ο Θεός, τον λαόν σου, και ευλόγησον την κληρονομίαν σου· επίσκεψαι τον κόσμον σου εν ελέει και οικτιρμοίς, ύψωσον κέρας Χριστιανών Ορθοδόξων, και καταπέμψον εφ ημάς τα ελέη σου τα πλούσια· πρεσβείαις της παναχράντου, Δεσποίνης ημών, Θεοτόκου και αειπαρθένου Μαρίας· δυνάμει τού τιμίου και ζωοποιού Σταυρού, προστασίαις των τιμίων επουρανίων Δυνάμεων ασωμάτων, ικεσίαις του τιμίου, ενδόξου, προφήτου προδρόμου και Βαπτιστού Ιωάννου, των αγίων, ενδόξων, και πανευφήμων Αποστόλων, της αγίας ενδόξου μυροφόρου και ισαποστόλου Μαρίας της Μαγδαληνής, των αγίων ενδόξων και καλλινίκων μαρτύρων, των οσίων και θεοφόρων πατέρων ημών, του οσίου και θεοφόρου πατρός ημών Σίμωνος του Μυροβλύτου, του καικτήτορος της αγίας μονής ταύτης, των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και Άννης, και πάντων σου των Αγίων. Ικετεύομεν σε, μόνε πολυέλεε Κύριε, επάκουσον ημών των αμαρτωλών δεομένων σου και ελέησον ημάς.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Ελέει, και οικτιρμοίς, και φιλανθρωπία του μονογενούς σου Υιού, μεθ’ ου ευλογητός ει, συν τω παναγίω και αγαθώ και ζωοποιώ σου Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Την ημών σωτηρίαν· ως ηθέλησας Σώτερ, οικονομήσασθαι· εν μήτρα τής Παρθένου· κατώκησας τω κόσμω· την προστάτιν ανέδειξας· ο των Πατέρων ημών Θεός, ευλογητός ει.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Θελητήν του ελέους· ον εγέννησας, Μήτερ αγνή δυσώπησον· ρυσθήναι των πταισμάτων· ψυχής τε μολυσμάτων· τούς εν πίστει κραυγάζοντας· ο των Πατέρων ημών Θεός, ευλογητός ει.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Θησαυρόν σωτηρίας· και πηγήν αφθαρσίας, την σε κυήσασαν· και πύργον ασφαλείας· και θύραν μετανοίας· τοις κραυγάζουσιν έδειξας· ο των Πατέρων ημών Θεός, ευλογητός ει.

Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Σωμάτων μαλακίας· και ψυχών αρρωστίας, Θεογεννήτρια· των πόθω προσιόντων· τη σκέπη σου τη θεία· θεραπεύειν αξίωσον· η τον Σωτήρα Χριστόν, ημίν αποτεκούσα.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Τους βοηθείας, της παρά σου δεομένους· μη παρίδης Παρθένε, υμνούντας· και υπερυψούντας· σε, Κόρη, εις αιώνας.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Των Ιαμάτων, το δαψιλές επιχέεις· τοις πιστώς υμνούσι σε Παρθένε· και υπερυψούσι· τον άφραστόν σου τόκον.

Ευλογούμε, Πατέρα Υιό και Άγιο Πνεύμα τον Κύριον υμνούμε.

Τας ασθενείας μου της ψυχής ιατρεύεις· και σαρκός τας οδύνας, Παρθένε· ίνα σε δοξάζω· την Κεχαριτωμένην.

Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Των πειρασμών συ τας προσβολάς εκδιώκεις· και παθών τας εφόδους Παρθένε· όθεν σε υμνούμεν· εις πάντας τους αιώνας.

Αινούμεν, ευλογούμεν και προσκυνούμεν τον Κύριο.

Τον Βασιλέα, των Ουρανών Όν υμνούσι, στρατιαί των Αγγέλων υμνείτε, και υπερυψούτε, εις πάντας τους αιώνας.

Κυρίως Θεοτόκον, σε ομολογούμεν, οι δια σου σεσωσμένοι, Παρθένε αγνή, συν Ασωμάτοις χορείαις, σε μεγαλύνοντες.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Ροήν μου των δακρύων· μη αποποιήσης· η τον παντός εκ προσώπου παν δάκρυον· αφηρηκότα Παρθένε, Χριστόν κυήσασα.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Χαράς μου την καρδίαν· πλήρωσον, Παρθένε· η της χαράς δεξαμένη το πλήρωμα· της αμαρτίας την λύπην, εξαφανίσασα.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Λιμήν και προστασία· των σοι προσφευγόντων· γενού Παρθένε, και τείχος ακράδαντον· καταφυγή τε και σκέπη, και αγαλλίαμα.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Φωτός σου ταις ακτίσι· λάμπρυνον, Παρθένε· το ζοφερόν της αγνοίας διώκουσα· τους ευσεβώς Θεοτόκον, σε καταγγέλλοντας.

Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Κακώσεως εν τόπω· τω της ασθενείας· ταπεινωθέντα, Παρθένε, θεράπευσον· εξ αρρωστίας εις ρώσιν, μετασκευάζουσα.

Άξιον εστίν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον, και Μητέρα του Θεού ημών.

Την τιμιωτέραν των Χερουβείμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, σε μεγαλύνομεν.

Την υψηλοτέραν των ουρανών, και καθαρωτέραν λαμπηδόνων ηλιακών, την λυτρωσαμένην, ημάς εκ της κατάρας, την Δέσποιναν του κόσμου, ύμνοις τιμήσωμεν.

Από των πολλών μου αμαρτιών, ασθενεί το σώμα, ασθενεί μου και η ψυχή, προς σε καταφεύγω την Κεχαριτωμένην, ελπίς απηλπισμένων, συ μοι βοήθησον.

Δέσποινα και μήτηρ του Λυτρωτού, δέξαι παρακλήσεις, αναξίων σων ικετών, ίνα μεσιτεύσης προς τον εκ σου τεχθέντα. Ώ Δέσποινα, του κόσμου γενού μεσίτρια.

Ψάλλομεν προθύμως σοι την ωδήν, νυν τη πανυμνήτω, Θεοτόκω χαρμονικώς, μετά τού Προδρόμου, και πάντων των Αγίων, δυσώπει, Θεοτόκε, του οικτειρήσαι ημάς.

Άλαλα τα χείλη των ασεβών, των μη προσκυνούντων, την εικόνα σου την σεπτήν, την ιστορηθείσαν, υπό του αποστόλου, Λουκά ιερωτάτου, την Οδηγήτριαν.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς.

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς.

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρισον τας ανομίας ημίν. Άγιε, επίσκεψε και ίασαι τας ασθενείας ημών, ένεκεν τού ονόματός σου.

Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Πάτερ ημών, ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά Σου, ελθέτω η βασιλεία Σου, γεννηθήτω το θέλημά Σου ως εν ουρανό και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, και μη εισενέγκης ημάς εις πειρασμόν αλλά ρύσαι ημάς από τού πονηρού.

Ότι Σου εστίν η βασιλεία και η δύναμις και η δόξα τού Πατρός και τού Υιού και του Αγίου Πνεύματος, νυν και αεί και εις τούς αιώνας των αιώνων.

Αμήν.

Ελέησον ημάς, Κύριε ελέησον ημάς· πάσης γαρ απολογίας απορούντες· ταύτην σοι την ικεσίαν, ως Δεσπότη· οι αμαρτωλοί προσφέρομεν· ελέησον ημάς.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Κύριε ελέησον ημάς· επί σοι γαρ πεποίθαμεν μη οργισθής ημίν σφόδρα· μηδέ μνησθής, των ανομιών ημών· αλλ’ επίβλεψον και νυν, ως εύσπλαχνος· και λύτρωσαι ημάς εκ εχθρών ημών· συ γαρ ει Θεός ημών· και ημείς λαός σου· πάντες έργα χειρών σου· και το όνομά σου επικεκλήμεθα.

Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Της ευσπλαχνίας την πύλην άνοιξον ημίν· ευλογημένη Θεοτόκε· ελπίζοντες εις σε μη αστοχήσωμεν· ρυσθείημεν διά σου των περιστάσεων· συ γαρ ει η σωτηρία του γένους των Χριστιανών.

Ελέησον ημάς ο Θεός κατά το μέγα έλεος Σου, δεόμεθα Σου, επάκουσον και ελέησον.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Έτι δεόμεθα υπέρ του διαφυλαχθήναι την αγίαν μονήν ταύτην και πάσα μονήν, πόλιν και χώραν από λοιμού, λιμού, σεισμού, καταποντισμού, πυρός, μαχαίρας, επιδρομής αλλοφύλων, εμφυλίου πολέμου, και αιφνιδίου θανάτου, υπέρ τον ίλεων, ευμενή και ευδιάλακτον, γενέσθαι τον αγαθόν και φιλάνθρωπον Θεόν ημών, του αποστρέψαι και, διασκεδάσαι πάσαν οργήν και νόσον, την καθ’ ημών κινουμένην, και ρύσασθαι ημάς εκ της επικειμένης δικαίας αυτού απειλής, και ελεήσαι ημάς.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Έτι δεόμεθα και υπέρ του εισακούσαι Κύριον τον Θεόν φωνής της δεήσεως ημών των αμαρτωλών, και ελεήσαι ημάς.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Επάκουσον ημών, ο Θεός, ο Σωτήρ ημών, η ελπίς πάντων των περάτων της γης και των εν θαλάσση μακράν, και ίλεως, ίλεως γενού ημίν, Δέσποτα επί ταίς αμαρτίαις ημών, και ελέησον ημάς.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Ελεήμων γαρ και φιλάνθρωπος Θεός υπάρχεις και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι και νυν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.

Κύριε ελέησον. Κύριε ελέησον. Κύριε ελέησον.

Πάτερ Άγιε ευλόγησον.

Χριστός ο αληθινός Θεός ημών. Ταις πρεσβείαις της παναχράντου και παναμόμου αγίας αυτού Μητρός, των αγίων, ενδόξων, και πανευφήμων Αποστόλων, της αγίας ενδόξου μυροφόρου και ισαποστόλου Μαρίας της Μαγδαληνής, των οσίων και θεοφόρων πατέρων ημών, του οσίου και θεοφόρου πατρός ημών Σίμωνος του Μυροβλύτου, του καικτήτορος της αγίας μονής ταύτης και πάντων των Αγίων. Ελεήσε και σώσε ημάς ως αγαθός και φιλάνθρωπος.

Πάντων προστατεύεις, Αγαθή, των καταφευγόντων εν πίστει τη κραταιά σου χειρί, άλλην γαρ ουκ έχομεν αμαρτωλοί προς Θεόν, εν κινδύνοις και θλίψεσιν, αεί μεσιτείαν, οι κατακαμπτόμενοι υπό πταισμάτων πολλών, Μήτερ του Θεού του Υψίστου, όθεν σοι προσπίπτομεν, ρύσαι πάσης περιστάσεως τους δούλους σου.

Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξον με υπό την σκέπην σου.

Απόστολοι εκ περάτων, συναθροισθέντες ενθάδε, Γεθσημανή τω χωρίω, κηδεύσατέ μου το σώμα, και συ, Υιέ και Θεέ μου, παράλαβέ μου το πνεύμα.

Ο γλυκασμός των Αγγέλων, των θλιβομένων η χαρά, χριστιανών η προστάτις, Παρθένε Μήτηρ Κυρίου, αντιλαβού μου και ρύσαι, των αιωνίων βασάνων.

Και σε μεσίτριαν έχω, προς τον φιλάνθρωπον Θεόν, μη μου ελέγξη τας πράξεις, ενώπιον των Αγγέλων, παρακαλώ σε, Παρθένε, βοήθησόν μοι εν τάχει.

Χρυσοπλοκώτατε πύργε, και δωδεκάτειχε πόλις, ηλιοστάλακτε θρόνε, καθέδρα τού Βασιλέως, ακατανόητον θαύμα, πως γαλουχείς τον Δεσπότην.

Δι ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ, ελέησον και σώσον ημάς.

Αμήν.

Το άρθρο εκφράζει και αντανακλά τις προσωπικές θέσεις και απόψεις του συγγραφέα και αποτελεί έργο προσωπικής του έρευνας και εργασίας. Έχει γίνει προσπάθεια να σας παρέχει αντικειμενική πληροφόρηση, αλλά σε θέματα υγείας, διατροφής και όχι μόνο, πάντοτε πρέπει να ζητάμε τη συμβουλή ενός ειδικού.