Χαιρετισμοί στην Κοίμηση Θεοτόκου (μονοτονικό) .: Πίστη .: Ματιά
 

Χαιρετισμοί στην Κοίμηση Θεοτόκου (μονοτονικό)

Χαιρετισμοί για την εορτή του Δεκαπενταύγουστου. Τους Χαιρετισμούς Κοιμήσεως της Θεοτόκου συνηθίζουμε να τους διαβάζουμε στην θέση των Χαιρετισμών (Ακάθιστος Ύμνος), από 1η Αυγούστου μέχρι την Απόδοση της Κοιμήσεως της Θεοτόκου στις 23 Αυγούστου.

Γράφει: Matia Gr

Για τον Ακάθιστο Ύμνο κάντε κλικ εδώ.

Για να μάθετε περισσότερα για την Κοίμηση της Θεοτόκου κάντε κλικ εδώ.

Της αθανάτου Σου Κοιμήσεως Πανάχραντε, την εορτήν λαμπροφανώς πανηγυρίζοντες, προσκομίζομεν τον ύμνον Σοι Θεοτόκε· αλλ’ ως ούσα συμπαθείας μέγα πέλαγος, δυσωπήθητι και δος πταισμάτων άφεσιν, τοις Σοι κράζουσι· Χαίρε Μήτερ Απείρανδρε.

Άγε δη των Αγγέλων ο χορός εκ των άνω, Μαριάμ την Παρθένον υμνείτε (γ΄)· οι γαρ πηλινογλώσσοι ημείς ου δυνάμεθα τούτο ποιείν άνθρωποι, τω πόθω δε φλεγόμενοι βοάν ως εφικτόν τολμώμεν·
Χαίρε, δι’ ης ουρανός ηνοίγη·
χαίρε, δι’ ης ο Σωτήρ εφάνη.
Χαίρε, του αοράτου Θεού γεννήτρια·
χαίρε, του των όλων Ποιητού λοχεύτρια.
Χαίρε, Θρόνων υπερέχουσα άμα και Εξουσιών·
χαίρε, μάλλον κυριεύουσα Κυριοτήτων αυτών.
Χαίρε, δυνατωτέρα των Δυνάμεων ούσα·
χαίρε, των Αρχαγγέλων και Αγγέλων κρατούσα.
Χαίρε, των Αρχών λίαν εξάρχουσα·
χαίρε, πασών Τάξεων προέχουσα.
Χαίρε, των Χερουβίμ τιμιωτέρα·
χαίρε, των Σεραφίμ ενδοξοτέρα.
Χαίρε, Μήτερ Απείρανδρε.

Βρέφος μου χρηματίσας και Υιός μου υπάρχων, Υιέ του Θεού του Υψίστου, Συ παράλαβέ μου την ψυχήν· εκ περάτων δε τούς Μαθητάς άθροισον, εν μνήματι κηδεύσαι με, και άσαι εξόδιον ύμνον·
Αλληλούϊα.

Γνόντες δι’ ην αιτίαν εκ περάτων της γαίας, αρθέντες υπό νεφών, οι μύσται συνήχθησαν ομοθυμαδόν, εν τω αγίω οίκω τω Σω Δέσποινα, εξίσταντο και ίσταντο, κραυγάζοντες προς Σέ τοιαύτα·
Χαίρε, χαράς της όντως δοχείον·
χαίρε, πασών αρετών ταμείον.
Χαίρε, Μαριάμ προφητόφθεγκτον άκουσμα·
χαίρε, Ιωακείμ και Άννης το βλάστημα.
Χαίρε, ότι Σου την ένδοξον και πανίερον ταφήν·
χαίρε, τήδε συναγήοχας, ημάς πάντας κατιδείν.
Χαίρε, η μεταβήναι των γηΐνων μολούσα·
χαίρε, η μεταστήναι προς Υιόν Σου ποθούσα.
Χαίρε, δι’ ης κατάρας ερρύσθημεν·
χαίρε, δι’ ης Αγγέλων συνήφθημεν.
Χαίρε, ημών αποστολής αιτία·
χαίρε, πιστών προς Θεόν μεσιτεία.
Χαίρε, Μήτερ Απείρανδρε.

Δύναμις του Υψίστου, υπέρ νουν τε και λόγον, τους θείους και σοφούς Αποστόλους, εκ περάτων της γης, διά νεφών εις χωρίον την Γεθσημανή ήγαγε κηδεύσαι Σε την Δέσποιναν, και άσαι λιγυρώς τον ύμνον·
Αλληλούϊα.

Έφθασεν επί τούτοις, ο θεσπέσιος Παύλος, το σκεύος της εκλογής δι’ αέρος, και ανοίξας το στόμα αυτού, την Παρθένον εξόχως υμνείν ήρξατο, αρρήτως εξιστάμενος, και φάσκων προς Αυτήν τοιαύτα·
Χαίρε, πανάχραντε Θεοτόκε·
χαίρε, αγία αγνή Παρθένε.
Χαίρε, του εμού κηρύγματος υπόθεσις·
χαίρε, των εμών περιόδων διεύθυνσις.
Χαίρε, ότι Σέ θεώμενος εθεώρουν Σον Υιόν·
χαίρε, ότι εν προσώπω Σου, προσεκύνουν τον Χριστόν.
Χαίρε, δι’ ης τα έθνη προς Θεόν επιστρέφω·
χαίρε, δι’ ης τοις πάσιν επιστέλλω και γράφω.
Χαίρε, των εμών πόνων ανάπαυλα·
χαίρε, των εμών δεσμών απάλλαγμα.
Χαίρε, η της αληθούς ζωής Μήτηρ·
χαίρε, ην ο τάφος βραχεί συνέξει.
Χαίρε, Μήτερ απείρανδρε.

Ζήσασα θεαρέστως, προς ζωήν μετετέθης, την κρείττονα αληθή και αγήρω· την γαρ ενυπόστατον ζωήν, την ζωοποιούσαν τας ζωάς, τέτοκας Χριστόν παρεχόμενον, άληκτον ζωήν τοις βοώσιν·
Αλληλούϊα.

Ηγέρθης μετά πότμον, αναστάσα ενδόξως, τριήμερος ώσπερ ο Υιός Σου, και ανήλθες εις τούς ούρανούς, μετά δόξης και τιμής πολλής σύσσωμος. Θωμάς δε υπαντήσας Σοι, εβόα συν χαρά και πόθω·
Χαίρε, δι’ ης μαθητής πιστούται·
χαίρε, δι’ ης απιστίας λυτρούται.
Χαίρε, λογισμών αμφιβόλων διώκτρια·
χαίρε, ευσεβών φρονημάτων γεννήτρια.
Χαίρε, ην εγώ υπήντησα εν αέρι τηλαυγώς·
χαίρε, ην εγώ επέγνωκα, εκ της δόξης προφανώς.
Χαίρε, ήσπερ την χάριν εις τα έθνη κηρύξω·
χαίρε, ήσπερ την Ζώνην, τοις εν κόσμω κομίσω.
Χαίρε, η εμέ χαροποιήσασα·
χαίρε, εμήν κατήφειαν λύσασα.
Χαίρε, η νεκροπρεπώς κηδευθείσασα·
χαίρε, η θεοπρεπώς εγερθείσα.
Χαίρε, Μήτερ Απείρανδρε.

Θεοδόχον Σου σκήνος, θεοκτόνων το σμήνος, ορών εκφερόμενον ενδόξως, φρυαττόμενον μανιωδώς, θεομάχους χείρας κατ’ αυτού ώπλιζεν· αλλ’ έτισε της ύβρεως δίκας, ως μη γινώσκων ψάλλειν·
Αλληλούϊα.

Ίωμεν μετά πόθου, ω θεόφρονες πάντες, σπουδή εις Γεθσημανή χωρίον, οψόμενοι τάφον νοητώς, ου σώμα Θεομητορικόν τέθαπται· τα χείλη δε και όμματα προσψαύοντες αυτώ βοώμεν·
Χαίρε, Μητρός του Υψίστου τάφε·
χαίρε, νεκράς τριημέρου τύμβε.
Χαίρε, ο κενός μετά τρίτην φαινόμενος·
χαίρε, ο εκτός σώματος προσκυνούμενος.
Χαίρε, ότι την Πανάχραντον υποδέδεξαι εν σοί·
χαίρε, ότι την Πανύμνητον περιέσχες εν βραχεί.
Χαίρε, τα δευτερεία φέρων Αγίου Τάφου·
χαίρε, ο τα σημεία ευμοιρήσας τακείνου.
Χαίρε, εν ω η Θεόπαις τέθειται·
χαίρε, αφ’ ου η αυτή εγήγερται.
Χαίρε, Σε γαρ δι’ αυτήν προσκυνούμεν·
χαίρε, πάντες προς αυτήν εκφωνούμεν.
Χαίρε, Μήτερ Απείρανδρε.

Κήρυκες θεοφόροι, ω Απόστολοι θείοι, οπαδοί φοιτηταί του Υιού μου, εκ περάτων της γης αυθωρόν εις χωρίον την Γεθσημανή σπεύσαντες, κηδεύσατε το σώμα μου νεκροπρεπώς άδοντες ύμνον·
Αλληλούϊα.

Λόγοις υπερκοσμίοις, Διονύσιος άμα, εγέραιρε συν Ιεροθέω, την άχραντον Μητέρα Θεού, τα λοίσθια ανθρωπρεπώς πνέουσαν, θεόληπτοι δεικνύμενοι και ενθεαστικώς βοώντες·
Χαίρε, η όντως κρυφιομύστης·
χαίρε, εφ’ ην ίδρυται η πίστις.
Χαίρε, της ζωαρχικής Τριάδος έποψις·
χαίρε, των θείων ονομάτων ανάπτυξις.
Χαίρε, πέλαγος αόριστον, θεολογίας φημί·
χαίρε, θάλασσαν απέραντον, η διδάξασα προσπλείν.
Χαίρε, Ταξιαρχίας σύνθημα της άνω·
χαίρε, Ιεραρχίας ύμνημα της κάτω.
Χαίρε, μυστηρίων αποκάλυψις·
χαίρε, απορρήτων διασάφησις.
Χαίρε, δι’ ης οι νόες ανυψούνται·
χαίρε, δι’ ης προς Θεόν αφικνούνται.
Χαίρε, Μήτερ Απείρανδρε.

Μη φίλοι του Υιού μου, μη ποιήσητε πένθους, ημέραν της Μεταστάσεώς μου· μεμνημένοι δι’ ως είπον υμίν, ουκ εάσω υμάς ορφανούς πώποτε, την λύπην απωσάμενοι, διδάξατε τα έθνη λέγειν·
Αλληλούϊα.

Νέα την ηλικίαν, κομιδή τε ακμαία, και γήρατος δεινοίς πριν εγκύψαι, μετεπέμφθης προς του Σου Υιού εις Βασίλεια των ουρανών Δέσποινα· Αυτώ δε συμβασιλεύουσα περισώζοις τους Σοι βοώντας·
Χαίρε, Παρθένε η βρεφοτρόφος·
χαίρε, νηπίων νηπιοτρόφος.
Χαίρε, των καμνόντων παιδίων περίθαλψις·
χαίρε, των εφήβων ωσαύτως ανάπτυξις.
Χαίρε, κάλλος παρθενεύοντος σώματος πανευπρεπές·
χαίρε, άνθος της νεότητος, η τηρούσα ασινές.
Χαίρε, ανδρών τελείων συντηρούσα δυνάμεις·
χαίρε, γυναικών αύθις κατευθύνουσα πράξεις.
Χαίρε, λαμπρά προμήθεια πένητος·
χαίρε, στερρά βακτηρία γήρατος.
Χαίρε, καλή γηροτρόφε πρεσβύτου·
χαίρε, κοινή προστασία του κόσμου.
Χαίρε, Μήτερ Απείρανδρε.

Ξύμπαντες οι θεόπται, εφεστήκεισαν τότε, ηνίκα προς Θεόν εξεδήμεις, και συν Τιμοθέω τω σοφώ, δύο Ιεράρχαι Αθηνών Άχραντε, τα θεία μεγαλεία Σου θαυμάζοντες και εκβοώντες·
Αλληλούϊα.

Όλος ο εν τοις κόλποις, καθεζόμενος Λόγος, ανάρχου Πατρός ανεκφοίτητως, κατελήλυθεν όλος εν γη, την της Μητρός αγίαν ψυχήν, λήψεσθαι Αγγέλων Αρχαγγέλων τε, δορυφορούντων και λεγόντων·
Χαίρε, η Βασιλίς και Κυρία·
χαίρε, η Θεοτόκος Μαρία.
Χαίρε, τω Θεώ ημών σάρκα δανείσασα·
χαίρε, τον Ποιητήν γαλακτοτροφήσασα.
Χαίρε, όνομα σεβάσμιον, και Αγγέλοις και βροτοίς·
χαίρε, θέαμα εξαίρετον, ουρανού τε και της γης.
Χαίρε, η οικούσα εν Ουρανώ εμπυρίνω·
χαίρε, η παρεστώσα του Θεού εν τω Θρόνω.
Χαίρε, ουρανίων υπερέχουσα·
χαίρε, των επιγείων δεσπόζουσα.
Χαίρε, μετά Θεόν λατρευομένη·
χαίρε, συν τω Υιώ προσκυνουμένη.
Χαίρε, Μήτερ Απείρανδρε.

Πέτρος ο κορυφαίος, Αποστόλων ακρότης, μεγίστης αθυμίας επλήσθη, ηπλωμένην ιδών σε νεκράν, εμπόνως δακρύων επί Σοι έτενε, και πρώτιστος απήρξατο των εξοδίων ύμνων άδων·
Αλληλούϊα.

Ρήμασι θεοφθέγκτοις, Θεολόγος ο Μέγας, ο θείος Μαθητής Ιωάννης, εδεξιούτο Μητέρα την εαυτού, απαίρειν προς τας άνω σκηνάς μέλλουσαν, πυκνώς κατασπαζόμενος, υιοπρεπώς τε ανακράζων·
Χαίρε, Πατρός του ανάρχου Νύμφη·
χαίρε, Υιού συνανάρχου Μήτηρ.
Χαίρε, Μαθητού ηγαπημένου καύχημα·
χαίρε, φοιτητού επιστηθίου σέμνωμα.
Χαίρε, ην εγώ παρέλαβον τότε από του Σταυρού·
χαίρε, ην εγώ εφύλαξα ώσπερ κόρην οφθαλμού.
Χαίρε, η εν κρανίω Μαθητή δωρηθείσα·
χαίρε, η εν τω οίκω τω εμώ οικισθείσα.
Χαίρε, Θεού Μήτηρ αειπάρθενος·
χαίρε, κόσμου Μήτηρ θεοδώρητος.
Χαίρε, η Μήτηρ πάντων πιστευόντων·
χαίρε, η σκέπη πάντων των βοώντων.
Χαίρε, Μήτερ Απείρανδρε.

Σύστειλόν μου το σώμα, ω υιέ Ιωάννη, εν τάφω μητροπρεπώς ως οίδας· ώσπερ δε ήνεγκας καρτερώς, ότε εν τω τάφω τω καινώ ετέθειτο, ο σος καλός Διδάσκαλος, ούτω τέτλαθι και νυν λέγων·
Αλληλούϊα.

Τύπος ην της Σής δόξης, το σημείον ω Μήτερ, ο είδον τρανώς εν τη Αποκαλύψει· και γαρ ώφθης μοι τότε γυνή ενδεδυμένη τον νοητόν Ήλιον, τον πάντας καταυγάζοντα, και συνετίζοντα βοάν Σοι·
Χαίρε, λαμπρώς η εστολισμένη·
χαίρε, φαιδρώς η κεκοσμημένη.
Χαίρε, η περιβεβλημένη τον Κύριον·
χαίρε, πεποικιλμένη Αυτού ενώπιον.
Χαίρε, στέφος δωδεκάαστρον, φέρουσα εν κεφαλή·
χαίρε, δίσκον τον σελήνιον, έχουσα εν τοις ποσί.
Χαίρε, Χριστόν ιδούσα υπεράνω Σου πάλιν·
χαίρε, καταπατούσα της απάτης την πλάνην.
Χαίρε, ιδού αστέρες οι δώδεκα·
χαίρε, ιδού ασπασμόν Σοι έδωκαν.
Χαίρε, των Χριστιανών Μήτηρ·
χαίρε, Ιωάννου Μαθητού Μήτηρ.
Χαίρε, Μήτερ Απείρανδρε.

Ύμνους ήδον οι νόες, φλογερών των στομάτων, συμψάλλοντες σεπτοίς Αποστόλοις, και τάφω φερόμενον νεκρόν, σώμα το Θεομητορικόν προύπεμπον, τιμήν αύτώ ποιούμενοι, και φθεγγόμενοι μετά δέους·
Αλληλούϊα.

Φέροντες οι θεόπται, το κλινίδιον Κόρη, εν ω το θεοδόχον Σου σκήνος, λύπης και αθυμίας μεστοί, ηρέμα λίαν και ησυχή ώδευον, τα θεία και εξαίσια ανυμνούντες μυστήρια·
Χαίρε, δι’ ης ο Θεός εσαρκώθη·
χαίρε, δι’ ης ο σατάν ετροπώθη.
Χαίρε, μυστηρίου αρχαίου φανέρωσις·
χαίρε, απ’ αιώνος κεκρυμμένου δήλωσις.
Χαίρε, ή περ καθυπέκλινας, δένδρα κορυφαί αύτών·
χαίρε, ήνπερ προσεκύνησαν, εν τω Όρει Ελαιών.
Χαίρε, η δι’ Αγγέλου εις τα άνω κληθείσα·
χαίρε, διά σημείου φοίνικος πιστωθείσα.
Χαίρε, προς τον Υιόν ενδημήσασα·
χαίρε, εν Παραδείσω σκηνώσασα.
Χαίρε, εκ γης προς ουρανόν αρθείσα·
χαίρε, ημάς ορφανούς μη αφείσα.
Χαίρε, Μήτερ Απείρανδρε.

Χείρας Σου παναχράντους, και παλάμας αμώμους, υψώσασα Αγνή προς Υιόν Σου, μητρικώς ανεβόας Αυτώ, ους μοι εκτήσω διηνεκώς φύλαττε, ωδήν Σοι την ουράνιον, τω Δημιουργώ προσφωνούντας·
Αλληλούϊα.

Ψαύσαι τις μη τολμήση, αμυήτων χειρ ταύτης, της θείας Κιβωτού ως εμψύχου, μόνα δε τα χείλη των πιστών, κινείσθωσαν επί τον αυτής έπαινον, φωνήν τε την χαρμόσυνον μελπέτωσαν την του Αγγέλου·
Χαίρε, η πύλη του Παραδείσου·
χαίρε, η κλεις χλοερού χωρίου.
Χαίρε, απροσίτω φωτί σελαγίζουσα·
χαίρε, τας ψυχάς πάντων περιαυγάζουσα.
Χαίρε, ότι Συ εφώτισας τους των ύμνων ποιητάς·
χαίρε, ην εδοξολόγησαν, Ιωάννης και Κοσμάς.
Χαίρε, η Θεοδώρου και Θεοφάνους νάβλα·
χαίρε, Ιωσήφ και Ρωμανού κιθάρα.
Χαίρε, Δαμασκηνού χειρός ίασις·
χαίρε, παντός πάθους ανακούφισις.
Χαίρε, δη Κόρη! Καί δος ο αιτήσω·
χαίρε, Μαρία ίν’ ειπών εκψύξω.
Χαίρε, Μήτερ Απείρανδρε.

Ω πάσης ευφημίας υπερέκεινα Μήτερ, παντός εγκωμίου ανωτέρα·(τρις) Ην περ ουδέ νους αγγελικός, σχολή γε ανθρώπειος επαινείν δύναται, το πρόθυμόν μου προςδεξαι και ελέησον όπως ψάλλω·
Αλληλούϊα.

Της αθανάτου Σου Κοιμήσεως Πανάχραντε, την εορτήν λαμπροφανώς πανηγυρίζοντες, προσκομίζομεν τον ύμνον Σοι Θεοτόκε· αλλ’ ως ούσα συμπαθείας μέγα πέλαγος, δυσωπήθητι και δος πταισμάτων άφεσιν, τοις Σοι κράζουσι· Χαίρε Μήτερ Απείρανδρε.

Το άρθρο εκφράζει και αντανακλά τις προσωπικές θέσεις και απόψεις του συγγραφέα και αποτελεί έργο προσωπικής του έρευνας και εργασίας. Έχει γίνει προσπάθεια να σας παρέχει αντικειμενική πληροφόρηση, αλλά σε θέματα υγείας, διατροφής και όχι μόνο, πάντοτε πρέπει να ζητάμε τη συμβουλή ενός ειδικού.