Ματιά

Χαιρετισμοί στους Αρχαγγέλους Μιχαήλ και Γαβριήλ τους Παμμεγίστους Ταξιάρχας

Ποίημα του Υμνογράφου Γεράσιμου Μικραγιαννίτου. Οι Χαιρετισμοί προς τους Παμμεγίστους Ταξιάρχας Μιχαήλ και Γαβριήλ, διαβάζονται στην Ιερά Μονή Πετράκη κάθε Δευτέρα μετά το Απόδειπνο.

Χαιρετισμοί στους Αρχαγγέλους Μιχαήλ και Γαβριήλ τους Παμμεγίστους Ταξιάρχας

Κοντάκιο. Ήχος πλ. δ´. Τη υπερμάχω.

Των ουρανίων στρατιών ως προεξάρχοντες
ο Μιχαήλ και Γαβριήλ οι αρχιστράτηγοι,
οι τω θρόνω παρεστώτες της θείας δόξης,
των παγίδων του δολίου Πολεμήτορος
εκλυτρούσθε προστασίαις υμών πάντοτε
τους κραυγάζοντας·

Χαίροις, ζεύγος ασώματον.

Άρχων και στρατηγέτης στρατιών ουρανίων εδείχθης, Μιχαήλ φωτοφόρε, (εκ γ’) και συν τοις των Αγγέλων χοροίς τη Τρισηλίω παρεστώς Θεότητι, διά παντός ικέτευε υπέρ των πίστει βοώντων·

Χαίρε, δι᾿ ου η Τριάς υμνείται· χαίρε, δι᾿ ου ο Σατάν σοβείται.

Χαίρε, πρωτοστάτα των άνω Δυνάμεων· χαίρε, καταπέλτα σκοτίων εκφάνσεων.
Χαίρε, άρχων ηλιόμορφε ουρανίων στρατιών· χαίρε, βέλος το τομώτατον κατ᾿ εχθρών των νοητών.
Χαίρε, ότι εκλάμπεις ως λαμπρός εωσφόρος· χαίρε, ότι αστράπτεις ως αστήρ φωτοφόρος.
Χαίρε, εχθρών απείργων τας φάλαγγας· χαίρε, πιστοίς βραβεύων τας χάριτας.
Χαίρε, δι᾿ ου φρυκτωρείται η κτίσις· χαίρε, δι᾿ ου ανυμνείται ο Κτίστης.

Χαίροις, Μιχαήλ αρχιστράτηγε.

Βλέπων του Εωσφόρου τον όλισθον, εβόας Αγγέλων, Μιχαήλ ταίς χορείαις· Στώμεν καλώς τη στάσει ημών, την του Θεού υμνούντες κυριότητα· διό και πρώτος γέγονας εν τοις Αγγέλοις ανακράζων·

Αλληλούια.

Γνώσεως απορρήτου τας ακτίνας εκλάμπων ως πλήρης, Γαβριήλ, θείας δόξης, αύλων Αγγέλων αρχηγός τω θείω βουλήματι εχρημάτισας· διό σου την λαμπρότητα θαυμάζοντες, αναβοώμεν·

Χαίρε, ο πλήρης φωτός αύλου·
χαίρε, η πτώσις Εχθρού δολίου.
Χαίρε, φωτοφόρε της χάριτος Άγγελε·
χαίρε, των αύλων Αγγέλων διάκοσμε.
Χαίρε, σέλας παμφαέστατον εκ Τριφώτου αστραπής·
χαίρε, φάος θεαυγέστατον Τριφαούς μαρμαρυγής.
Χαίρε, ότι μηνύεις Ευαγγέλια θεία·
χαίρε, ότι σκεδάζεις αθυμίας την νύκτα.
Χαίρε, Θεού ο θείος Αρχάγγελος·
χαίρε, πιστών προστάτης ακοίμητος.
Χαίρε, χαράν τοις ανθρώποις κομίζων·
χαίρε, βουλάς του Βελίαρ εκλύων.

Χαίροις, Γαβριήλ αρχάγγελε.

Δύναμιν θείαν έχων, Αρχηγέ των Αγγέλων, δυνάμεις ενεργείς ιαμάτων, και χάριν χορηγών τοις πιστοίς, πανταχού επιφθάνεις τους καλούντάς σε, Γαβριήλ φωταυγέστατε, διασώζων τους εκβοώντας·

Αλληλούια.

Έλαμψας εν τω Νόμω, Μιχαήλ ταξιάρχα, πορθμεύων τοις δικαίοις τα κρείττω, και εξ Αιγύπτου τον Ισραήλ οδηγών, οίάπερ στήλη φωτόμορφος και νεφέλη περιέπων, παρά πάντων ακούεις ταύτα·

Χαίρε, στήλη πυρίμορφος θεία·
χαίρε, σκέπη Ισραήλ αγία.
Χαίρε, Ιουδαίων ο πάλαι ηγούμενος·
χαίρε, Χριστωνύμους κινδύνων λυτρούμενος.
Χαίρε, ότι φανείς σέσωκας της σφαγής τον Ισαάκ·
χαίρε, ότι χαράς έπλησας μυστικής τον Αβραάμ.
Χαίρε, ο των Αγγέλων παμφαής στρατηγέτης·
χαίρε, ο των αύλων ουσιών αρχηγέτης.
Χαίρε, φωτός αύλου λαμπάδιον·
χαίρε, φωστήρ των θείων Δυνάμεων.
Χαίρε, πιστών ουρανία λαμπρότης·
χαίρε, νοών φωταυγών ωραιότης.

Χαίροις, Μιχαήλ αρχιστράτηγε.

Ζηλωτάς θείων έργων και σεμνής πολιτείας εργάτας, Μιχαήλ στρατηγέτα, ανάδειξον τους πίστει θερμή τη σκέπη των πτερύγων σου προστρέχοντας· αεί γαρ σην βοήθειαν επικαλούμεθα βοώντες·

Αλληλούια.

Ήκουσε της φωνής σου, ως είδε Ζαχαρίας εστώτα εν ναώ σε Κυρίου· αυτώ γαρ, Γαβριήλ, εμφανώς την του Προδρόμου εν γήρατι σύλληψιν θεόθεν ευηγγέλισαι· διό σοι πάντες εκβοώμεν·

Χαίρε, χαράν ατέκνοις κομίζων·
χαίρε, δεσμά απαιδίας λύων.
Χαίρε, του Προδρόμου μηνύσας την σύλληψιν·
χαίρε, Ζαχαρίου ο λύσας την στείρωσιν.
Χαίρε, μηνυτά ουράνιε ιερών αγγελιών·
χαίρε, πορθμευτά ασώματε ψυχοτρόφων δωρεών.
Χαίρε, ότι εκλάμπεις ως πολύφωτον άστρον·
χαίρε, ότι πυρσεύεις τας καρδίας απάντων.
Χαίρε, Θεού χρηστότητος άγγελε·
χαίρε, σεπτών χαρισμάτων πάροχε.
Χαίρε, φωτός απαστράπτων ακτίνας·
χαίρε, εχθρών απαμβλύνων βολίδας.

Χαίροις, Γαβριήλ αρχάγγελε.

Θείοις σου απειθήσας ρήμασι Ζαχαρίας, εστέρηται φωνής παραυτίκα, φωτός διάκονε Γαβριήλ, και το λαλείν εν τω τεκείν απέλαβε της χάριτος τον Πρόδρομον, ευλογών τον Θεόν και ψάλλων·

Αλληλούια.

Ισχυρός εν τω Νόμω, Μιχαήλ, ανεδείχθης και μέγας εν τη Χάριτι μύστης, εκεί μεν εν τύπω και σκιά, ώδε ανακεκαλυμμένως, ένδοξε· εν πάσι γαρ περίδοξος ανεφάνης τοις εκβοώσι

Χαίρε, ο μέγας εν τοις Αγγέλοις·
χαίρε, ο μείζων εν θαυμασίοις.
Χαίρε, των εν Νόμω πατέρων υπέρμαχος·
χαίρε, των αρρήτων ελλάμψεων έμπλεως.
Χαίρε, ότι ενεπόδισας την πορείαν Βαλαάμ·
χαίρε, ότι εθριάμβευσας την κακίαν του Σατάν.
Χαίρε, δεδοξασμένε Αρχιστράτηγε θείε·
χαίρε, λελαμπρυσμένε και πυρίμορφε νόε.
Χαίρε, φωτός Τριφώτου αμάρυγμα·
χαίρε, χορού Αγγέλων διάδημα.
Χαίρε, βουλών του Υψίστου εκφάντωρ·
χαίρε, πιστού ο προστάτης απάντων.
Χαίροις, Μιχαήλ αρχιστράτηγε.

Κατιδών εθαμβήθη Ιησούς του Ναυή σε, Μιχαήλ, ώπερ και ανεβόας· Εγώ αρχιστράτηγός ειμι δυνάμεως Κυρίου, και ελήλυθα βοηθήσαί σοι εν πάσιν, εν τω κραυγάζειν τω Κυρίω·

Αλληλούια.

Λάμπων τη φωταυγεία της Αγίας Τριάδος, επέστης Ναζαρέτ εν τη πόλει, και το, Χαίρε, ω Γαβριήλ, τη Κεχαριτωμένη ανεβόησας· διό σου μεγαλύνοντες τα ευαγγέλια, βοώμεν·

Χαίρε, χαράς αιωνίου κήρυξ·
χαίρε, φωτός Τρισηλίου μύστης.
Χαίρε, τη Παρθένω το, Χαίρε, φθεγξάμενος·
χαίρε, της κατάρας την λύπην τρεψάμενος.
Χαίρε, Άγγελε χαρμόσυνε θείου Ευαγγελισμού·
χαίρε, στόμα το μελίρρυτον ουρανίου γλυκασμού.
Χαίρε, ότι Κυρίου την σύλληψιν αγγέλλεις·
χαίρε, ότι την άρρητον ευφροσύνην παρέχεις.
Χαίρε, παθών σβεννύων την κάμινον·
χαίρε, χαράν μηνύων την άληκτον.
Χαίρε, Θεού την βουλήν αναγγέλλων·
χαίρε, Εχθρού την ροπήν αναστέλλων.

Χαίροις, Γαβριήλ αρχάγγελε.

Λάμπων τη φωταυγεία της Αγίας Τριάδος, επέστης Ναζαρέτ εν τη πόλει, και το, Χαίρε, ω Γαβριήλ, τη Κεχαριτωμένη ανεβόησας· διό σου μεγαλύνοντες τα ευαγγέλια, βοώμεν·

Χαίρε, χαράς αιωνίου κήρυξ·
χαίρε, φωτός Τρισηλίου μύστης.
Χαίρε, τη Παρθένω το, Χαίρε, φθεγξάμενος·
χαίρε, της κατάρας την λύπην τρεψάμενος.
Χαίρε, Άγγελε χαρμόσυνε θείου Ευαγγελισμού·
χαίρε, στόμα το μελίρρυτον ουρανίου γλυκασμού.
Χαίρε, ότι Κυρίου την σύλληψιν αγγέλλεις·
χαίρε, ότι την άρρητον ευφροσύνην παρέχεις.
Χαίρε, παθών σβεννύων την κάμινον·
χαίρε, χαράν μηνύων την άληκτον.
Χαίρε, Θεού την βουλήν αναγγέλλων·
χαίρε, Εχθρού την ροπήν αναστέλλων.

Χαίροις, Γαβριήλ αρχάγγελε.

Μετά δέους παρέστης τη παρθένω Μαρία, ω θείε Γαβριήλ φωτοφόρε, και τον ουράνιον ασπασμόν και της του Θεού βουλής την εκπλήρωσιν ταύτη προσεκόμισας, τω σε αποστείλαντι κραυγάζων·

Αλληλούια.

Νεκρόν του Μωϋσέως προταγαίς θείαις είκων, ω θείε Μιχαήλ, αποκρύψας τω Αρχίππω εν Χώναις φανείς, του ποταμού τον σφοδρόν ρούν κατέχωσας· διό το μεγαλείόν σου θαυμάζοντες, αναβοώμεν·

Χαίρε, Αγγέλων ο ταξιάρχης·
χαίρε, ανθρώπων μέγας προστάτης.
Χαίρε, Μωϋσέως φυλάξας το σκήνωμα·
χαίρε, του δολίου αισχύνας το φρύαγμα.
Χαίρε, ρείθρον διειδέστατον ευσπλαγχνίας θεικής·
χαίρε, τείχος οχυρώτατον Εκκλησίας της σεπτής.
Χαίρε, ότι τα ρείθρα ποταμού μετατρέπεις·
χαίρε, ότι ναόν σου τον σεπτόν περιέπεις.
Χαίρε, εχθρών συντρίβων την δύναμιν·
χαίρε, παθών φλογίζων την σύστασιν.
Χαίρε, ψυχών πασχουσών θεραπεία·
χαίρε, ημών ασφαλής οδηγία.

Χαίροις, Μιχαήλ αρχιστράτηγε.

Ξένον θαύμα εργάζη, Μιχαήλ φωτοφόρε, ομού συν Γαβριήλ τω ενθέω· εκ των θαλαττίων γαρ βυθών τη Δοχειαρίου Μονή εσώσατε τον νέον, ως επέστητε, εκπληττόμενον και βοώντα·

Αλληλούια.

Όλος λελαμπρυσμένος, όλος αστραποφόρος ταίς θείαις, Γαβριήλ, αγλαίαις επέστης εν τη Βηθλεέμ, και τοις ποιμέσι Κυρίου την γέννησιν ήγγειλας εκπληττομένοις τω θαύματι και εκβοώσι·

Χαίρε, φρικτού μυστηρίου μύστης·
χαίρε, φωτός ουρανίου πλήρης.
Χαίρε, ουρανίων ταγμάτων ταξίαρχε·
χαίρε, απορρήτων πραγμάτων διάκονε.
Χαίρε, ότι εν οράματι βεβαιοίς τον Ιωσήφ·
χαίρε, ότι τούτω είρηκας προς την Αίγυπτον φυγείν.
Χαίρε, ο των ποιμένων τας εννοίας εκπλήξας·
χαίρε, ο τω τεχθέντι τούτους καθοδηγήσας.
Χαίρε, πιστών θερμόν καταφύγιον·
χαίρε, ημών εν πόνοις προσφύγιον.
Χαίρε, λαμπάς φωταυγείας αΰλου·
χαίρε, λιμήν των εν λύπαις του βίου.

Χαίροις, Γαβριήλ αρχάγγελε.

Προς το μνήμα επέστης του Χριστού αναστάντος, και έφης ταίς σεμναίς Μυροφόροις· Τι ζητείτε Χριστόν εν νεκροίς; ηγέρθη ο ζωήν πηγάζων Κύριος, ω Γαβριήλ φωτόμορφε, ω εν ευλαβεία βοώμεν·

Αλληλούια.

Ρώμην θείαν παρέχων, Μιχαήλ, τοις δικαίοις, αυτοίς πολλοίς τρόποις καθωράσο, και εν τω Βυζαντίω φανείς, τα των εχθρών διέλυσας στρατεύματα· διό την προστασίαν σου κηρύττοντες, αναβοώμεν·

Χαίρε, Κυρίου ο παραστάτης·
χαίρε, Αγγέλων ο πρωτοστάτης.
Χαίρε, ο την γην διερχόμενος άπασαν·
χαίρε, ο πληρών του Θεού τα προστάγματα.
Χαίρε, ήλιε πολύφωτε, Ασωμάτων Αρχηγέ·
χαίρε, σέλας αστραπόμορφον, θείας δόξης κοινωνέ.
Χαίρε, ότι εφάνης Μανωέ τω δικαίω·
χαίρε, ότι ωράθης Γεδεών τω ενθέω.
Χαίρε, εχθρών συντρίψας το στράτευμα·
χαίρε, πιστών νευρώσας το φρόνημα.
Χαίρε, πηγή πολλαπλών θαυμασίων·
χαίρε, πολλών μυητής απορρήτων.

Χαίροις, Μιχαήλ αρχιστράτηγε.

Σου την άμαχον χάριν, Μιχαήλ φωτοφόρε, και την προς ημάς σου προστασίαν κηρύττομεν στόματι λαμπρώ, ότι πολλαπλών κινδύνων και θλίψεων λυτρούσαι τους προστρέχοντας τω ναώ σου και εκβοώντας·

Αλληλούια.

Τη Αγνή Θεοτόκω, τω ναώ προσαχθείση, πιστώς διακονείς καθ’εκάστην, και το χαίρε φωνήσας αυτή ω Γαβριήλ χαριέστατε Άγγελε, χαράς πολλής επλήρωσας, τους ευλαβώς σοι εκβοώντας·

Χαίρε, Παρθένου ο νυμφοστόλος·
χαίρε, ο λύχνος ο φωτοφόρος.
Χαίρε, μυστηρίων των θείων διάκονος·
χαίρε, αυγασμάτων αύλων ανάπλεως.
Χαίρε, της Χριστού σαρκώσεως θείος ευαγγελιστής·
χαίρε, της Αγγέλων τάξεως άρχων ο θεοειδής.
Χαίρε, ότι υπούργεις εν ναώ τη Παρθένω·
χαίρε, ότι υπείκεις Λόγω τω Υπερθέω.
Χαίρε, Θεού Αρχάγγελε πάμφωτε·
χαίρε, ημών υπέρμαχε κράτιστε.
Χαίρε, ο ύμνον Τρισάγιον αδων·
χαίρε, δεήσεις δεχόμενος πάντων.
Χαίροις, Γαβριήλ αρχάγγελε.

Ύδωρ έβλυσε ξένον τη υμών επιφανεία Μονή Δοχειαρίου τη θεία, Αρχάγγελοι Χριστού, εμφανώς, Μιχαήλ και Γαβριήλ ιερώτατοι· διό υμάς γεραίρομεν ως αρωγούς ημών, βοώντες·

Αλληλούια.

Φωτοφόρος και πλήρης ουρανίου ισχύος οράσαι, Μιχαήλ στρατηγέτα, και χείρα βοηθείας αεί επορέγεις τοις πιστώς σοι προστρέχουσι, κινδύνων εξαιρούμενος τους εκβοώντάς σοι τοιαύτα·

Χαίρε, Κυρίου την δόξαν βλέπων·
χαίρε, αγίαν δύναμιν έχων.
Χαίρε, ο αδύτω φωτί ελλαμπόμενος·
χαίρε, ο κινδύνων ημάς εκρυόμενος.
Χαίρε, μέγιστε Αρχάγγελε της ισχύος του Θεού·
χαίρε, κράτιστε αντίπαλε της μανίας του Εχθρού.
Χαίρε, ότι ταχέως των πιστών προστατεύεις·
χαίρε, ότι οξέως τον Βελίαρ εκτρέπεις.
Χαίρε, Θεού ορών την λαμπρότητα·
χαίρε, νοός σοβών αμαυρότητα.
Χαίρε, ψυχών απελαύνων το άχθος·
χαίρε, εχθρών καταβάλλων το κράτος.
Χαίροις, Μιχαήλ αρχιστράτηγε.

Χαίρει πάσα η κτίσις, βοηθούς και προστάτας, δυάς των φωταυγών Αρχαγγέλων, πλουτήσασα υμάς εκ Θεού, και ταίς πτέρυξιν υμών σπεύδομεν, ω Μιχαήλ και Γαβριήλ, και τη Τριάδι εκβοώμεν·

Αλληλούια.

Ψάλλων εν τοις υψίστοις, Γαβριήλ, τη Τριάδι συν πάντων των Αγγέλων τοις δήμοις τον τρισάγιον ύμνον αεί, υπέρ ημών διά παντός ικέτευε, ως αν πόνων και θλίψεων ρυώμεθα οι εκβοώντες·

Χαίρε, Αρχάγγελε φωτοφόρε·
χαίρε, εν άπασι σελασφόρε.
Χαίρε, ο πυρίνων ταγμάτων πρωτάγγελος·
χαίρε, ο πνευμάτων σκοτίων αντίμαχος.
Χαίρε, φύλαξ ο θερμότατος ευσεβών χριστιανών·
χαίρε, στήριγμα ακράδαντον κλονουμένων καρδιών.
Χαίρε, της Εκκλησίας αρραγής προστασία·
χαίρε, των σε υμνούντων ψυχική θυμηδία.
Χαίρε, δι᾿ ου του σκότους ρυσθήσομαι·
χαίρε, δι᾿ ου φωτός πληρωθήσομαι.
Χαίρε, ακτίς της εν σκότει ψυχής μου·
χαίρε, κρηπίς της παρούσης ζωής μου.
Χαίροις, Γαβριήλ αρχάγγελε.

Ω δυάς φωτοφόρε των λαμπρών Αρχαγγέλων, Μιχαήλ και Γαβριήλ συνάμα, (εκ γ’) του αδύτου φωτός κοινωνούς ταίς φωταυγέσι λιταίς υμών δείξατε τους πόθω υμάς μέλποντας, και τη Τριάδι εκβοώντας·

Αλληλούια.

(Και πάλι το ειρημένον Κοντάκιο)
Κοντάκιο. Ήχος πλ. δ´. Τη υπερμάχω.

Των ουρανίων στρατιών ως προεξάρχοντες ο Μιχαήλ και Γαβριήλ οι αρχιστράτηγοι, οι τω θρόνω παρεστώτες της θείας δόξης, των παγίδων του δολίου Πολεμήτορος εκλυτρούσθε προστασίαις υμών πάντοτε τους κραυγάζοντας·

Χαίροις, ζεύγος ασώματον.

Σχετικά άρθρα

ΠΕΡΙΣΣΟΤΕΡΑ

Ύμνοι, Στίχοι και Προσευχές