Ματιά

Χαιρετισμοί στην Κοίμηση Θεοτόκου (μονοτονικό)

Χαιρετισμοί για την εορτή του Δεκαπενταύγουστου

Χαιρετισμοί στην Κοίμηση Θεοτόκου (μονοτονικό)

Για τον Ακάθιστο Ύμνο κάντε κλικ εδώ.

Για να μάθετε περισσότερα για την Κοίμηση της Θεοτόκου κάντε κλικ εδώ.

Τής αθανάτου Σου Κοιμήσεως Πανάχραντε, τήν εορτήν λαμπροφανώς πανηγυρίζοντες, προσκομίζομεν τόν ύμνον Σοι Θεοτόκε· αλλ’ ώς ούσα συμπαθείας μέγα πέλαγος, δυσωπήθητι καί δός πταισμάτων άφεσιν, τοίς Σοί κράζουσι· Χαίρε Μήτερ Απείρανδρε.

Άγε δή τών Αγγέλων ο χορός εκ τών άνω, Μαριάμ τήν Παρθένον υμνείτε (γ΄)· οί γάρ πηλινογλώσσοι ημείς ού δυνάμεθα τούτο ποιείν άνθρωποι, τώ πόθω δέ φλεγόμενοι βοάν ως εφικτόν τολμώμεν·
Χαίρε, δι’ ής ούρανός ηνοίγη·
χαίρε, δι’ ής ο Σωτήρ εφάνη.
Χαίρε, τού αοράτου Θεού γεννήτρια·
χαίρε, τού τών όλων Ποιητού λοχεύτρια.
Χαίρε, Θρόνων υπερέχουσα άμα καί Εξουσιών·
χαίρε, μάλλον κυριεύουσα Κυριοτήτων αύτών.
Χαίρε, δυνατωτέρα τών Δυνάμεων ούσα·
χαίρε, τών Αρχαγγέλων καί Αγγέλων κρατούσα.
Χαίρε, τών Αρχών λίαν εξάρχουσα·
χαίρε, πασών Τάξεων προέχουσα.
Χαίρε, τών Χερουβίμ τιμιωτέρα·
χαίρε, τών Σεραφίμ ενδοξοτέρα.
Χαίρε, Μήτερ Απείρανδρε.

Βρέφος μου χρηματίσας καί Υίός μου υπάρχων, Υίέ τού Θεού τού Υψίστου, Σύ παράλαβέ μου τήν ψυχήν· εκ περάτων δέ τούς Μαθητάς άθροισον, εν μνήματι κηδεύσαί με, καί άσαι εξόδιον ύμνον·
Αλληλούϊα.

Γνόντες δι’ ήν αιτίαν εκ περάτων τής γαίας, αρθέντες υπό νεφών, οί μύσται συνήχθησαν ομοθυμαδόν, εν τώ αγίω οίκω τώ Σώ Δέσποινα, εξίσταντο καί ίσταντο, κραυγάζοντες πρός Σέ τοιαύτα·
Χαίρε, χαράς τής όντως δοχείον·
χαίρε, πασών αρετών ταμείον.
Χαίρε, Μαριάμ προφητόφθεγκτον άκουσμα·
χαίρε, Ιωακείμ καί Άννης τό βλάστημα.
Χαίρε, ότι Σού τήν ένδοξον καί πανίερον ταφήν·
χαίρε, τήδε συναγήοχας, ημάς πάντας κατιδείν.
Χαίρε, η μεταβήναι τών γηΐνων μολούσα·
χαίρε, η μεταστήναι πρός Υιόν Σου ποθούσα.
Χαίρε, δι’ ής κατάρας ερρύσθημεν·
χαίρε, δι’ ής Αγγέλων συνήφθημεν.
Χαίρε, ημών αποστολής αιτία·
χαίρε, πιστών πρός Θεόν μεσιτεία.
Χαίρε, Μήτερ Απείρανδρε.

Δύναμις τού Υψίστου, υπέρ νούν τε καί λόγον, τούς θείους καί σοφούς Αποστόλους, εκ περάτων τής γής, διά νεφών εις χωρίον τήν Γεθσημανή ήγαγε κηδεύσαί Σε τήν Δέσποιναν, καί άσαι λιγυρώς τόν ύμνον·
Αλληλούϊα.

Έφθασεν επί τούτοις, ο θεσπέσιος Παύλος, τό σκεύος τής εκλογής δι’ αέρος, καί ανοίξας τό στόμα αυτού, τήν Παρθένον εξόχως υμνείν ήρξατο, αρρήτως εξιστάμενος, καί φάσκων πρός Αυτήν τοιαύτα·
Χαίρε, πανάχραντε Θεοτόκε·
χαίρε, αγία αγνή Παρθένε.
Χαίρε, τού εμού κηρύγματος υπόθεσις·
χαίρε, τών εμών περιόδων διεύθυνσις.
Χαίρε, ότι Σέ θεώμενος εθεώρουν Σόν Υιόν·
χαίρε, ότι εν προσώπω Σου, προσεκύνουν τόν Χριστόν.
Χαίρε, δι’ ής τά έθνη πρός Θεόν επιστρέφω·
χαίρε, δι’ ής τοίς πάσιν επιστέλλω καί γράφω.
Χαίρε, τών εμών πόνων ανάπαυλα·
χαίρε, τών εμών δεσμών απάλλαγμα.
Χαίρε, η τής αληθούς ζωής Μήτηρ·
χαίρε, ήν ο τάφος βραχεί συνέξει.
Χαίρε, Μήτερ απείρανδρε.

Ζήσασα θεαρέστως, πρός ζωήν μετετέθης, τήν κρείττονα αληθή καί αγήρω· τήν γάρ ενυπόστατον ζωήν, τήν ζωοποιούσαν τάς ζωάς, τέτοκας Χριστόν παρεχόμενον, άληκτον ζωήν τοίς βοώσιν·
Αλληλούϊα.

Ηγέρθης μετά πότμον, αναστάσα ενδόξως, τριήμερος ώσπερ ο Υίός Σου, καί ανήλθες εις τούς ούρανούς, μετά δόξης καί τιμής πολλής σύσσωμος. Θωμάς δέ υπαντήσας Σοι, εβόα σύν χαρά καί πόθω·
Χαίρε, δι’ ής μαθητής πιστούται·
χαίρε, δι’ ής απιστίας λυτρούται.
Χαίρε, λογισμών αμφιβόλων διώκτρια·
χαίρε, ευσεβών φρονημάτων γεννήτρια.
Χαίρε, ήν εγώ υπήντησα εν αέρι τηλαυγώς·
χαίρε, ήν εγώ επέγνωκα, εκ τής δόξης προφανώς.
Χαίρε, ήσπερ τήν χάριν εις τά έθνη κηρύξω·
χαίρε, ήσπερ τήν Ζώνην, τοίς εν κόσμω κομίσω.
Χαίρε, η εμέ χαροποιήσασα·
χαίρε, εμήν κατήφειαν λύσασα.
Χαίρε, η νεκροπρεπώς κηδευθείσασα·
χαίρε, η θεοπρεπώς εγερθείσα.
Χαίρε, Μήτερ Απείρανδρε.

Θεοδόχον Σου σκήνος, θεοκτόνων τό σμήνος, ορών εκφερόμενον ενδόξως, φρυαττόμενον μανιωδώς, θεομάχους χείρας κατ’ αυτού ώπλιζεν· αλλ’ έτισε τής ύβρεως δίκας, ως μή γινώσκων ψάλλειν·
Αλληλούϊα.

Ίωμεν μετά πόθου, ώ θεόφρονες πάντες, σπουδή εις Γεθσημανή χωρίον, οψόμενοι τάφον νοητώς, ού σώμα Θεομητορικόν τέθαπται· τά χείλη δέ καί όμματα προσψαύοντες αύτώ βοώμεν·
Χαίρε, Μητρός τού Υψίστου τάφε·
χαίρε, νεκράς τριημέρου τύμβε.
Χαίρε, ο κενός μετά τρίτην φαινόμενος·
χαίρε, ο εκτός σώματος προσκυνούμενος.
Χαίρε, ότι τήν Πανάχραντον υποδέδεξαι εν σοί·
χαίρε, ότι τήν Πανύμνητον περιέσχες εν βραχεί.
Χαίρε, τά δευτερεία φέρων Αγίου Τάφου·
χαίρε, ο τά σημεία εύμοιρήσας τακείνου.
Χαίρε, εν ώ η Θεόπαις τέθειται·
χαίρε, αφ’ ού η αυτή εγήγερται.
Χαίρε, Σέ γάρ δι’ αυτήν προσκυνούμεν·
χαίρε, πάντες πρός αυτήν εκφωνούμεν.
Χαίρε, Μήτερ Απείρανδρε.

Κήρυκες θεοφόροι, ώ Απόστολοι θείοι, οπαδοί φοιτηταί τού Υίού μου, εκ περάτων τής γής αύθωρόν εις χωρίον τήν Γεθσημανή σπεύσαντες, κηδεύσατε τό σώμά μου νεκροπρεπώς άδοντες ύμνον·
Αλληλούϊα.

Λόγοις υπερκοσμίοις, Διονύσιος άμα, εγέραιρε σύν Ιεροθέω, τήν άχραντον Μητέρα Θεού, τά λοίσθια ανθρωπρεπώς πνέουσαν, θεόληπτοι δεικνύμενοι καί ενθεαστικώς βοώντες·
Χαίρε, η όντως κρυφιομύστης·
χαίρε, εφ’ ήν ίδρυται η πίστις.
Χαίρε, τής ζωαρχικής Τριάδος έποψις·
χαίρε, τών θείων ονομάτων ανάπτυξις.
Χαίρε, πέλαγος αόριστον, θεολογίας φημί·
χαίρε, θάλασσαν απέραντον, η διδάξασα προσπλείν.
Χαίρε, Ταξιαρχίας σύνθημα τής άνω·
χαίρε, Ιεραρχίας ύμνημα τής κάτω.
Χαίρε, μυστηρίων αποκάλυψις·
χαίρε, απορρήτων διασάφησις.
Χαίρε, δι’ ής οί νόες ανυψούνται·
χαίρε, δι’ ής πρός Θεόν αφικνούνται.
Χαίρε, Μήτερ Απείρανδρε.

Μή φίλοι τού Υιού μου, μή ποιήσητε πένθους, ημέραν τής Μεταστάσεώς μου· μεμνημένοι δι’ ως είπον υμίν, ούκ εάσω υμάς ορφανούς πώποτε, τήν λύπην απωσάμενοι, διδάξατε τά έθνη λέγειν·
Αλληλούϊα.

Νέα τήν ηλικίαν, κομιδή τε ακμαία, καί γήρατος δεινοίς πρίν εγκύψαι, μετεπέμφθης πρός τού Σού Υιού εις Βασίλεια τών ούρανών Δέσποινα· Αύτώ δέ συμβασιλεύουσα περισώζοις τούς Σοί βοώντας·
Χαίρε, Παρθένε η βρεφοτρόφος·
χαίρε, νηπίων νηπιοτρόφος.
Χαίρε, τών καμνόντων παιδίων περίθαλψις·
χαίρε, τών εφήβων ωσαύτως ανάπτυξις.
Χαίρε, κάλλος παρθενεύοντος σώματος πανευπρεπές·
χαίρε, άνθος τής νεότητος, η τηρούσα ασινές.
Χαίρε, ανδρών τελείων συντηρούσα δυνάμεις·
χαίρε, γυναικών αύθις κατευθύνουσα πράξεις.
Χαίρε, λαμπρά προμήθεια πένητος·
χαίρε, στερρά βακτηρία γήρατος.
Χαίρε, καλή γηροτρόφε πρεσβύτου·
χαίρε, κοινή προστασία τού κόσμου.
Χαίρε, Μήτερ Απείρανδρε.

Ξύμπαντες οί θεόπται, εφεστήκεισαν τότε, ηνίκα πρός Θεόν εξεδήμεις, καί σύν Τιμοθέω τώ σοφώ, δύο Ιεράρχαι Αθηνών Άχραντε, τά θεία μεγαλείά Σου θαυμάζοντες καί εκβοώντες·
Αλληλούϊα.

Όλος ο εν τοίς κόλποις, καθεζόμενος Λόγος, ανάρχου Πατρός ανεκφοίτητως, κατελήλυθεν όλος εν γή, τήν τής Μητρός αγίαν ψυχήν, λήψεσθαι Αγγέλων Αρχαγγέλων τε, δορυφορούντων καί λεγόντων·
Χαίρε, η Βασιλίς καί Κυρία·
χαίρε, η Θεοτόκος Μαρία.
Χαίρε, τώ Θεώ ημών σάρκα δανείσασα·
χαίρε, τόν Ποιητήν γαλακτοτροφήσασα.
Χαίρε, όνομα σεβάσμιον, καί Αγγέλοις καί βροτοίς·
χαίρε, θέαμα εξαίρετον, ούρανού τε καί τής γής.
Χαίρε, η οικούσα εν Ούρανώ εμπυρίνω·
χαίρε, η παρεστώσα τού Θεού εν τώ Θρόνω.
Χαίρε, ούρανίων υπερέχουσα·
χαίρε, τών επιγείων δεσπόζουσα.
Χαίρε, μετά Θεόν λατρευομένη·
χαίρε, σύν τώ Υιώ προσκυνουμένη.
Χαίρε, Μήτερ Απείρανδρε.

Πέτρος ο κορυφαίος, Αποστόλων ακρότης, μεγίστης αθυμίας επλήσθη, ηπλωμένην ιδών σε νεκράν, εμπόνως δακρύων επί Σοί έτενε, καί πρώτιστος απήρξατο τών εξοδίων ύμνων άδων·
Αλληλούϊα.

Ρήμασι θεοφθέγκτοις, Θεολόγος ο Μέγας, ο θείος Μαθητής Ιωάννης, εδεξιούτο Μητέρα τήν εαυτού, απαίρειν πρός τάς άνω σκηνάς μέλλουσαν, πυκνώς κατασπαζόμενος, υιοπρεπώς τε ανακράζων·
Χαίρε, Πατρός τού ανάρχου Νύμφη·
χαίρε, Υιού συνανάρχου Μήτηρ.
Χαίρε, Μαθητού ηγαπημένου καύχημα·
χαίρε, φοιτητού επιστηθίου σέμνωμα.
Χαίρε, ήν εγώ παρέλαβον τότε από τού Σταυρού·
χαίρε, ήν εγώ εφύλαξα ώσπερ κόρην οφθαλμού.
Χαίρε, η εν κρανίω Μαθητή δωρηθείσα·
χαίρε, η εν τώ οίκω τώ εμώ οικισθείσα.
Χαίρε, Θεού Μήτηρ αειπάρθενος·
χαίρε, κόσμου Μήτηρ θεοδώρητος.
Χαίρε, η Μήτηρ πάντων πιστευόντων·
χαίρε, η σκέπη πάντων τών βοώντων.
Χαίρε, Μήτερ Απείρανδρε.
Σύστειλόν μου τό σώμα, ώ υιέ Ιωάννη, εν τάφω μητροπρεπώς ως οίδας· ώσπερ δέ ήνεγκας καρτερώς, ότε εν τώ τάφω τώ καινώ ετέθειτο, ο σός καλός Διδάσκαλος, ούτω τέτλαθι καί νύν λέγων·
Αλληλούϊα.

Τύπος ήν τής Σής δόξης, τό σημείον ώ Μήτερ, ο είδον τρανώς εν τή Αποκαλύψει· καί γάρ ώφθης μοι τότε γυνή ενδεδυμένη τόν νοητόν Ήλιον, τόν πάντας καταυγάζοντα, καί συνετίζοντα βοάν Σοι·
Χαίρε, λαμπρώς η εστολισμένη·
χαίρε, φαιδρώς η κεκοσμημένη.
Χαίρε, η περιβεβλημένη τόν Κύριον·
χαίρε, πεποικιλμένη Αύτού ενώπιον.
Χαίρε, στέφος δωδεκάαστρον, φέρουσα εν κεφαλή·
χαίρε, δίσκον τόν σελήνιον, έχουσα εν τοίς ποσί.
Χαίρε, Χριστόν ιδούσα υπεράνω Σου πάλιν·
χαίρε, καταπατούσα τής απάτης τήν πλάνην.
Χαίρε, ιδού αστέρες οί δώδεκα·
χαίρε, ιδού ασπασμόν Σοι έδωκαν.
Χαίρε, τών Χριστιανών Μήτηρ·
χαίρε, Ιωάννου Μαθητού Μήτηρ.
Χαίρε, Μήτερ Απείρανδρε.

Ύμνους ήδον οί νόες, φλογερών τών στομάτων, συμψάλλοντες σεπτοίς Αποστόλοις, καί τάφω φερόμενον νεκρόν, σώμα τό Θεομητορικόν προύπεμπον, τιμήν αύτώ ποιούμενοι, καί φθεγγόμενοι μετά δέους·
Αλληλούϊα.

Φέροντες οί θεόπται, τό κλινίδιον Κόρη, εν ώ τό θεοδόχον Σου σκήνος, λύπης καί αθυμίας μεστοί, ηρέμα λίαν καί ησυχή ώδευον, τά θεία καί εξαίσια ανυμνούντες μυστήρια·
Χαίρε, δι’ ής ο Θεός εσαρκώθη·
χαίρε, δι’ ής ο σατάν ετροπώθη.
Χαίρε, μυστηρίου αρχαίου φανέρωσις·
χαίρε, απ’ αιώνος κεκρυμμένου δήλωσις.
Χαίρε, ή περ καθυπέκλινας, δένδρα κορυφαί αύτών·
χαίρε, ήνπερ προσεκύνησαν, εν τώ Όρει Ελαιών.
Χαίρε, η δι’ Αγγέλου εις τά άνω κληθείσα·
χαίρε, διά σημείου φοίνικος πιστωθείσα.
Χαίρε, πρός τόν Υιόν ενδημήσασα·
χαίρε, εν Παραδείσω σκηνώσασα.
Χαίρε, εκ γής πρός ούρανόν αρθείσα·
χαίρε, ημάς ορφανούς μή αφείσα.
Χαίρε, Μήτερ Απείρανδρε.

Χείράς Σου παναχράντους, καί παλάμας αμώμους, υψώσασα Αγνή πρός Υιόν Σου, μητρικώς ανεβόας Αύτώ, ούς μοι εκτήσω διηνεκώς φύλαττε, ωδήν Σοι τήν ούράνιον, τώ Δημιουργώ προσφωνούντας·
Αλληλούϊα.

Ψαύσαί τις μή τολμήση, αμυήτων χείρ ταύτης, τής θείας Κιβωτού ως εμψύχου, μόνα δέ τά χείλη τών πιστών, κινείσθωσαν επί τόν αυτής έπαινον, φωνήν τε τήν χαρμόσυνον μελπέτωσαν τήν τού Αγγέλου·
Χαίρε, η πύλη τού Παραδείσου·
χαίρε, η κλείς χλοερού χωρίου.
Χαίρε, απροσίτω φωτί σελαγίζουσα·
χαίρε, τάς ψυχάς πάντων περιαυγάζουσα.
Χαίρε, ότι Σύ εφώτισας τούς τών ύμνων ποιητάς·
χαίρε, ήν εδοξολόγησαν, Ιωάννης καί Κοσμάς.
Χαίρε, η Θεοδώρου καί Θεοφάνους νάβλα·
χαίρε, Ιωσήφ καί Ρωμανού κιθάρα.
Χαίρε, Δαμασκηνού χειρός ίασις·
χαίρε, παντός πάθους ανακούφισις.
Χαίρε, δή Κόρη! Καί δός ό αιτήσω·
χαίρε, Μαρία ίν’ ειπών εκψύξω.
Χαίρε, Μήτερ Απείρανδρε.

Ώ πάσης εύφημίας υπερέκεινα Μήτερ, παντός εγκωμίου ανωτέρα, Ήνπερ ούδέ νούς αγγελικός, σχολή γε ανθρώπειος επαινείν δύναται!, τό πρόθυμόν μου πρόσδεξαι καί ελέησον όπως ψάλλω·
Αλληλούϊα.

Σχετικά άρθρα

ΠΕΡΙΣΣΟΤΕΡΑ

Προσευχές, Στίχοι και Ύμνοι

γιορτάζειΠοιος γιορτάζει σήμερα γιορτάζειποιος γιορτάζει αύριο γιορτάζειμεθαύριο γιορτάζειΠοιος γιόρταζε χτες;