Θεοτόκια .: Πίστη .: Ματιά
 

Θεοτόκια

Θεοτόκια για κάθε ημέρα της εβδομάδας

Γράφει: Matia Gr
Θεοτόκια

Κυριακή

Στιχηρά του Εσπερινού

Θεοτόκιον Ήχος α’

Την παγκόσμιον δόξαν την εξ ανθρώπων σπαρείσαν, και τον Δεσπότην τεκούσαν, την επουράνιον πύλην, υμνήσωμεν Μαρίαν την Παρθένον, των Ασωμάτων το άσμα, και των πιστών το εγκαλλώπισμα, αύτη γαρ ανεδείχθη ουρανός, και ναός της θεότητος, αύτη το μεσότοιχον της έχθρας καθελούσα, ειρήνην αντεισήξε, και το βασίλειον ηνέωξε, Ταύτην ούν κατέχοντες, της πίστεως την άγκυραν, υπέρμαχον έχομεν, τον εξ αυτής τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω Λαός του Θεού, και γαρ αυτός πολεμήσει τους εχθρούς ως παντοδύναμος.

Θεοτόκιον Ήχος β’

Παρήλθεν η σκιά του νόμου, της χάριτος ελθούσης, ως γαρ η βάτος ουκ εκαίετο καταφλεγομένη, ούτω παρθένος έτεκες, και παρθένος έμεινας, αντί στύλου πυρός, δικαιοσύνης ανέτειλεν Ήλιος, αντί Μωϋσέως Χριστός, η σωτηρία των ψυχών ημών.

Θεοτόκιον Ήχος γ’

Πώς μη θαυμάσωμεν, τον θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πείραν γαρ ανδρός μη δεξαμένη Πανάμωμε, έτεκες απάτορα Υιόν εν σαρκί, τον προ αιώνων εκ Πατρός γεννηθέντα αμήτορα, μηδαμώς υπομείναντα τροπήν, η φυρμόν, η διαίρεσιν, αλλ’ εκατέρας ουσίας την ιδιότητα, σώαν φυλάξαντα. Διό Μητροπάρθενε Δέσποινα, αυτόν ικέτευε σωθήναι, τας ψυχάς των ορθοδόξως, Θεοτόκον ομολογούντων σε.

Θεοτόκιον Ήχος δ’

Ο διά σε Θεοπάτωρ προφήτης Δαυιδ, μελωδικώς περί σου προανεφώνησε, τω μεγαλείά σοι ποιήσαντι, Παρέστη η Βασίλισσα εκ δεξιών σου. Σε γαρ μητέρα πρόξενον ζωής ανέδειξεν, ο απάτωρ εκ σου ενανθρωπήσαι ευδοκήσας Θεός, ίνα την εαυτού αναπλάση εικόνα, φθαρείσαν τοις πάθεσι, και το πλανηθέν ορειάλωτον ευρών, πρόβατον τοις ώμοις αναλαβών, τω Πατρί προσαγάγη, και τω ιδίω θελήματι, ταίς ουρανίαις συνάψη Δυνάμεσι, και σώση Θεοτόκε τον κόσμον, Χριστός ο έχων, το μέγα και πλούσιον έλεος.

Θεοτόκιον Ήχος πλ. α’

Εν τη ερυθρά θαλάσση της απειραγάμου Νύμφης εικών διεγράφη ποτέ. Εκεί Μωϋσής διαιρέτης του ύδατος, ενθάδε Γαβριήλ υπηρέτης του θαύματος, τότε τον βυθόν επέζευσεν αβρόχως, Ισραήλ, νυν δε τον Χριστόν εγέννησεν ασπόρως η Παρθένος, η θάλασσα μετά την πάροδον του Ισραήλ, έμεινεν άβατος, η άμεμπτος μετά την κύησιν του Εμμανουήλ, έμεινεν άφθορος, ο ων και προών, και φανείς ως άνθρωπος, Θεός ελέησον ημάς.

Θεοτόκιον Ήχος πλ. β’

Τις μη μακαρίσει σε, Παναγία Παρθένε; τις μη ανυμνήσει σου τον αλόχευτον τόκον; ο γαρ αχρόνως εκ Πατρός εκλάμψας Υιός μονογενής, ο αυτός εκ σου της Αγνής προήλθεν, αφράστως σαρκωθείς, φύσει Θεός υπάρχων, και φύσει γενόμενος άνθρωπος δι’ ημάς, ουκ εις δυάδα προσώπων τεμνόμενος, αλλ’ εν δυάδι φύσεων, ασυγχύτως γνωριζόμενος. Αυτόν ικέτευε, σεμνή Παμμακάριστε, ελεηθήναι τας ψυχάς ημών.

Θεοτόκιον Ήχος Βαρύς

Μήτηρ μεν εγνώσθης, υπέρ φύσιν Θεοτόκε, έμεινας δε παρθένος, υπέρ λόγον και έννοιαν, και το θαύμα του τόκου σου, ερμηνεύσαι γλώσσα ου δύναται, παραδόξου γαρ ούσης της συλλήψεως Αγνή, ακατάληπτός εστιν ο τρόπος της κυήσεως, όπου γαρ βούλεται Θεός, νικάται φύσεως τάξις. Διό σε πάντες Μητέρα του Θεού γινώσκοντες, δεόμεθά σου εκτενώς. Πρέσβευε του σωθήναι τας ψυχάς ημών.

Θεοτόκιον Ήχος πλ. δ’

Ο Βασιλεύς των ουρανών, διά φιλανθρωπίαν, επί της γης ώφθη, και τοις ανθρώποις συνανεστράφη. εκ Παρθένου γαρ αγνής, σάρκα προσλαβόμενος και εκ ταύτης προελθών μετά της προσλήψεως, εις εστιν Υιός, διπλούς την φύσιν, αλλ’ ου την υπόστασιν, διό τέλειον αυτόν Θεόν, και τέλειον άνθρωπον, αληθώς κηρύττοντες, ομολογούμεν Χριστόν τον Θεόν ημών, ον ικέτευε Μήτηρ ανύμφευτε, ελεηθήναι τας ψυχάς ημών.

Απόστιχα του Εσπερινού

Θεοτόκιον Ήχος α’

Ιδού πεπλήρωται η του Ησαιου πρόρρησις, Παρθένος γαρ εγέννησας, και μετά τόκον, ως προ τόκου διέμεινας. Θεός γαρ ην ο τεχθείς, διό και φύσις εκαινοτόμησεν. Αλλ’ ω Θεομήτορ, ικεσίας σων δούλων, σω τεμένει προσφερομένας σοι, μη παρίδης, αλλ’ ως τον Εύσπλαγχνον σαίς αγκάλαις φέρουσα, σοίς οικέταις σπλαγχνίσθητι, και πρέσβευε σωθήναι τας ψυχάς ημών.

Θεοτόκιον Ήχος β’

Ω θαύματος καινού, πάντων των πάλαι θαυμάτων! τις γαρ έγνω Μητέρα, άνευ ανδρός τετοκυίαν, και εν αγκάλαις φέρουσαν, τον άπασαν την κτίσιν περιέχοντα; Θεού εστι βουλή το κυηθέν, ον ως βρέφος Πάναγνε, σαίς ωλέναις βαστάσα, και μητρικήν παρρησίαν προς αυτόν κεκτημένη, μη παύση δυσωπούσα υπέρ των σε τιμώντων, του οικτειρήσαι και σώσαι τας ψυχάς ημών.

Θεοτόκιον Ήχος γ’

Ασπόρως εκ θείου Πνεύματος, βουλήσει δε Πατρός, συνείληφας Υιόν τον του Θεού, εκ Πατρός αμήτορα, προ των αιώνων υπάρχοντα, δι’ ημάς δε εκ σου απάτορα γεγονότα, σαρκί απεκύησας, και βρέφος εγαλούχησας. Διό μη παύση πρεσβεύειν, του λυτρωθήναι κινδύνων τας ψυχάς ημων.

Θεοτόκιον Ήχος δ’

Νεύσον παρακλήσει σων οικετών Πανάμωμε, παύουσα δεινών ημών επαναστάσεις, πάσης θλίψεως ημάς απαλλάττουσα, σε γαρ μόνην ασφαλή, και βεβαίαν άγκυραν έχομεν, και την σην προστασίαν κεκτήμεθα, Μη αισχυνθώμεν Δέσποινα, σε προσκαλούμενοι, σπεύσον εις ικεσίαν, των σοι πιστώς βοώντων, Χαίρε Δέσποινα, η πάντων βοήθεια, χαρά και σκέπη, και σωτηρία των ψυχών ημών.

Θεοτόκιον Ήχος πλ. α’

Ναός και πύλη υπάρχεις, παλάτιον και θρόνος του Βασιλέως, Παρθένε πάνσεμνε, δι’ ως ο λυτρωτής μου Χριστός ο Κύριος, τοις εν σκότει καθεύδουσιν επέφανεν, Ήλιος υπάρχων δικαιοσύνης, φωτίσαι θέλων ους έπλασε, κατ’ εικόνα ιδίαν χειρί τη εαυτού. Διό Πανύμνητε, ως μητρικήν παρρησίαν προς αυτόν κεκτημένη, αδιαλείπτως πρέσβευε, σωθήναι τας ψυχάς ημών.

Θεοτόκιον Ήχος πλ. β’

Ο ποιητής και λυτρωτής μου Πάναγνε, Χριστός ο Κύριος, εκ της σης νηδύος προελθών, εμέ ενδυσάμενος, της πρώην κατάρας, τον Αδάμ ηλευθέρωσε, διό σόι Πάναγνε, ως του Θεού Μητρί τε και Παρθένω αληθώς, βοώμεν ασιγήτως, το Χαίρε του Αγγέλου. Χαίρε Δέσποινα, προστασία και σκέπη, και σωτηρία των ψυχών ημών.

Θεοτόκιον Ήχος Βαρύς

Υπό την σήν Δέσποινα σκέπην, πάντες οι γηγενείς, προσπεφευγότες βοώμέν σοί, Θεοτόκε η ελπίς ημών, ρύσαι ημάς εξ αμέτρων πταισμάτων, και σώσον τας ψυχάς ημών.

Θεοτόκιον Ήχος πλ. δ’

Ανύμφευτε Παρθένε, η τον Θεόν αφράστως συλλαβούσα σαρκί, Μήτηρ Θεού του υψίστου, σων οίκετών παρακλήσεις δέχου Πανάμωμε, η πάσι χορηγούσα καθαρισμόν των πταισμάτων, νυν τας ημών ικεσίας προσδεχομένη, δυσώπει σωθήναι πάντας ημάς.

Απολυτίκια

Θεοτόκιον Ήχος α’

Τού Γαβριήλ φθεγξαμένου σοι Παρθένε το Χαίρε, σύν τη φωνή εσαρκούτο ο των όλων Δεσπότης, εν σοι τη αγία κιβωτώ, ως έφη ο δίκαιος Δαυϊδ, εδείχθης πλατυτέρα των ουρανών, βαστάσασα τον Κτίστην σου. Δόξα τω ενοικήσαντι εν σοί, δόξα τω προελθόντι εκ σού, δόξα τω ελευθερώσαντι ημάς διά του τόκου σου.

Θεοτόκιον Ήχος β’

Πάντα υπέρ έννοιαν, πάντα υπερένδοξα, τα σα Θεοτόκε μυστήρια, τη αγνεία εσφραγισμένη, και παρθενία φυλαττομένη, Μήτηρ εγνώσθης αψευδής, Θεόν τεκούσα αληθινόν, αυτόν ικέτευε σωθήναι τας ψυχάς ημών.

Θεοτόκιον Ήχος γ’

Σέ την μεσιτεύσασαν την σωτηρίαν του γένους ημών, ανυμνούμεν Θεοτόκε Παρθένε, εν τη σαρκί γαρ τη εκ σού προσληφθείση, ο Υιός σου και Θεός ημών το διά Σταυρού καταδεξάμενος πάθος, ελυτρώσατο ημάς, εκ φθοράς ως φιλάνθρωπος.

Θεοτόκιον Ήχος δ’

Τό απ’ αιώνος απόκρυφον, και Αγγέλοις άγνωστον μυστήριον, διάσού Θεοτόκε τοίς επί γής πεφανέρωται, Θεός εν ασυγχύτω ενώσει σαρκούμενος, και Σταυρόν εκουσίως υπέρ ημών καταδεξάμενος, δι’ ού αναστήσας τον πρωτόπλαστον, έσωσεν εκ θανάτου τας ψυχάς ημών.

Θεοτόκιον Ήχος πλ. α’

Χαίρε πύλη Κυρίου η αδιόδευτος, χαίρε τείχος και σκέπη των προστρεχόντων εις σέ, χαίρε αχείμαστε λιμήν και Απειρόγαμε, η τεκούσα εν σαρκί τον Ποιητήν σου και Θεόν, πρεσβεύουσα μή ελλείπης, υπέρ των ανυμνούντων, και προσκυνούντων τον Τόκον σου.

Θεοτόκιον Ήχος πλ. β’

Ο την ευλογημένην καλέσας σου Μητέρα ήλθες επί το πάθος εκουσία βουλή, λάμψας εν τω Σταυρώ, αναζητήσαι θέλων τον Αδάμ, λέγων τοίς Αγγέλοις. Συγχάρητέ μοί, ότι ευρέθη η απολομένη δραχμή, ο πάντα σοφώς οικονομήσας, δόξα σοί.

Θεοτόκιον Ήχος Βαρύς

Ως της ημών Αναστάσεως θησαύρισμα, τους επί σοι πεποιθότας Πανύμνητε, εκ λάκκου και βυθού πταισμάτων ανάγαγε, συ γαρ τους υπευθύνους τη αμαρτία, έσωσας τεκούσα την σωτηρίαν, η πρό τόκου Παρθένος, και εν τόκω Παρθένος, και μετά τόκον πάλιν ούσα Παρθένος.

Θεοτόκιον Ήχος πλ. δ’

Ο δι’ ημάς γεννηθείς εκ Παρθένου, και σταύρωσιν υπομείνας αγαθέ, ο θανάτω τον θάνατον σκυλεύσας, και Έγερσιν δείξας ως Θεός, μή παρίδης ούς έπλασας τη χειρί σου, δείξον την φιλανθρωπίαν σου ελεήμον, δέξαι την τεκούσάν σε Θεοτόκον πρεσβεύουσαν υπέρ ημών και σώσον Σωτήρ ημών, λαόν απεγνωσμένον.

Δευτέρα

Στιχηρά του Εσπερινού

Θεοτόκιον Ήχος α’

Μαρία το άμωμον και νούν, πάντα υπερκείμενον, της καθαρότητος όχημα, περικρατούμενον, πολλαίς αμαρτίαις, και στενοχωρούμενον, πρός πλάτος μετανοίας μέ ίθυνον, πανσθενεστάτη σου προστασία, και γαρ δύνασαι, οία Μήτηρ, του πάντα ισχύοντος.

Θεοτόκιον Ήχος β’

Ώραν της ετάσεως σκοπών, φρίττω εννοών μου τα πλήθη, των παραπτώσεων, τί απολογήσομαι; πώς διαφεύξομαι, την αισχύνην την μέλλουσαν, ασώτως βιώσας; όθεν Κόρη κράζω σοι θερμοίς τοίς δάκρυσι. Πλύνον, της ψυχής μου τον ρύπον, η τον καθαρόν μαργαρίτην, τον Χριστόν κυήσασα, και σώσόν με.

Θεοτόκιον Ήχος γ’

Μεγάλης διά σού, ευεργεσίας Άχραντε, τυχόντες σύν Αγγέλοις, γεραίρομεν τον τόκον σου, τον καταξιώσαντα εκ μήτρας σου τεχθήναι, δι’ άκραν ευσπλαγχνίαν, και αναπλάσαντα, των ανθρώπων το γένος.

Θεοτόκιον Ήχος δ’

Ως πρεσβείαν ακοίμητον, και παράκλησιν έμμονον, κεκτημένη Πάναγνε, πρός τον Κύριον, τους πειρασμούς κατακοίμισον, τα κύματα πράϋνον, της αθλίας μου ψυχής, και εν θλίψει υπάρχουσαν, την καρδίαν μου, παρακάλεσον Κόρη, δυσωπώ σε, και χαρίτωσον τον νούν μου, όπως αξίως δοξάζω σε.

Θεοτόκιον Ήχος πλ. α’

Λάμψον τον φωτισμόν σου εμοί, τω εν τω σκότει των δεινών ενυπάρχοντι, το φέγγος της αληθείας, η συλλαβούσα Θεόν, και σαρκί τεκούσα Μητροπάρθενε, βυθού απογνώσεως, διά τάχους ανάγαγε, και επί πέτραν, ασφαλούς βιοτεύσεως, επιστήριξον, της ψυχής μου τα βήματα, δίκασον τους απαύστως με, πολεμούντας δαίμονας, παύσον τόν πόνον εν τάχει, της ταλαιπώρου καρδίας μου, ελπίς των περάτων, η τω κόσμω δωρουμένη, το μέγα έλεος.

Θεοτόκιον Ήχος πλ. β’

Γνώμη ολισθήσας τε, και υποκύψας τω πλάνω, απάτη Θεόνυμφε, πρός την υπερθαύμαστον ευσπλαγχνίαν σου, και θερμήν δέησιν, παναγία Κόρη, καταφεύγω ο πανάθλιος, δεσμού μέ λύτρωσαι, των πειρατηρίων και θλίψεων, και σώσόν με Πανάμωμε, των δαιμονικών επιθέσεων, ίνα σέ δοξάζω, και πόθω ανυμνώ και προσκυνώ, και μεγαλύνω σε, Δέσποινα, την αειμακάριστον.

Θεοτόκιον Ήχος Βαρύς

Σοί τη Μητρί του Θεού, Χαίρε σύν τω Αγγέλω αναβοά, γηγενών πάσα φύσις, ως σωτηρίας της αυτών γενομένη, Θεοτόκε προξένω τω τόκω σου.

Θεοτόκιον Ήχος πλ. δ’

Ώ του παραδόξου θαύματος

Χαίρε δαιμόνων αφάνισις, χαίρε Θυγάτηρ Αδάμ, αληθώς η ανθήσασα, άνθος το αμάραντον, χαίρε δόξα των δούλων σου, δεινών η λύσις, χαίρε Πανάμωμε, το δώρον χαίρε, παρά Θεού δωρηθέν, κόσμω διάσωσμα, των παρακαλούντων σε, χαίρε Σεμνή, χαίρε δόξα Δέσποινα, των δοξαζόντων σε.

Απόστικα του Εσπερινού

Θεοτόκιον Ήχος α’

Τών ουρανίων Ταγμάτων το αγαλλίαμα, των επί γής ανθρώπων, κραταιά προστασία, άχραντε Παρθένε, σώσον ημάς, τους εις σέ καταφεύγοντας, ότι εν σοι τας ελπίδας μετά Θεόν, Θεοτόκε ανεθέμεθα.

Θεοτόκιον Ήχος β’

Αδιόδευτε Πύλη, μυστικώς εσφραγισμένη, ευλογημένη Θεοτόκε Παρθένε, δέξαι τας δεήσεις ημών, και προσάγαγε τω σώ Υιώ και Θεώ, ίνα σώση διά σού τας ψυχάς ημών.

Θεοτόκιον Ήχος γ’

Αγιόπρωτε Σεμνή, εγκώμιον ούσα, των ουρανίων Ταγμάτων, Αποστόλων υμνωδία, Προφητών περιοχή, Δέσποινα, πρόσδεξαι, και ημών τας δεήσεις.

Θεοτόκιον Ήχος δ’

Χαίρε φωτός Νεφέλη, χαίρε Λυχνία φωτεινή, χαίρε Στάμνε η του Μάννα, χαίρε η Ράβδος Ααρών, χαίρε Βάτε άφλεκτε, χαίρε Λαμπάς, χαίρε θρόνε, χαίρε Όρος άγιον, χαίρε Παράδεισε, χαίρε θεία Τράπεζα, χαίρε Πύλη μυστική, χαίρε η πάντων ελπίς.

Θεοτόκιον Ήχος πλ. α’

Φοβερόν και παράδοξον, και μέγα το μυστήριον! ο αχώρητος εν γαστρί εχωρήθη, και η μήτηρ μετά τον τόκον Παρθένος πάλιν διέμεινε. Θεόν γαρ εγέννησεν, εξ αυτής σαρκωθέντα. Αυτώ βοήσωμεν, αυτώ τον ύμνον είπωμεν, σύν Αγγέλοις αναμέλποντες. Άγιος εί Χριστός ο Θεός, ο δι’ ημάς ενανθρωπήσας δόξα σοί.

Θεοτόκιον Ήχος πλ. β’

Αρχαγγελικώς ανυμνήσωμεν πιστοί, την ουράνιον παστάδα, και πύλην σφραγισθείσαν αληθώς. Χαίρε δι’ ής ανεβλάστησεν ημίν, ο Σωτήρ ο των απάντων, Χριστός ο ζωοδότης και Θεός, κατάβαλε Δέσποινα, τους τυράννους αθέους εχθρούς ημών, τη χειρί σου Άχραντε, η ελπίς Χριστιανών.

Θεοτόκιον Ήχος Βαρύς

Σήμερον γρηγορεί ο Ιούδας

Τάγματα υπερέβης Αγγέλων, ως Θεόν σωματώσασα, εγώ δέ τους πάντας νικήσας αμαρτίαις, οίμοι! δέδοικα, και τρέμω, όθεν ουδαμώς αποτολμώ παρακαλέσαι σε, Θεοτόκε Δέσποινα, συ ούν μή παρίδης με, αλλά σπεύσον σώσόν με, οδόν εις ευθείαν οδηγούσά με.

Θεοτόκιον Ήχος πλ. δ’

Ώ του παραδόξου θαύματος

Χαίρε παλάτιον έμψυχον, περιστερά λογική, χαίρε πόλις του Κτίστου σου, χαίρε καταφύγιον, των πιστών και προπύργιον, η προστασία, των πεποιθότων εν σοί, και σωτηρία, και απολύτρωσις, χαίρε η γέφυρα, πάντας η μετάγουσα, πρός ουρανόν. χαίρε παντευλόγητε, αγία Δέσποινα.

Εις τό, Θεός Κύριος

Θεοτόκιον Ήχος α’

Θαύμα θαυμάτων Κεχαριτωμένη, εν σοι θεωρούσα η κτίσις αγάλλεται, συνέλαβες γαρ ασπόρως, και έτεκες αφράστως, όν ταξιαρχίαι Αγγέλων, οράν ου δεδύνηνται, αυτόν ικέτευε υπέρ των ψυχών ημών.

Θεοτόκιον Ήχος β’

Ευσπλαγχνίας υπάρχουσα πηγή, συμπαθείας αξίωσον ημάς Θεοτόκε, βλέψον εις λαόν τον αμαρτήσαντα, δείξον ως αεί την δυναστείαν σου, εις σέ γαρ ελπίζοντες, το Χαίρε βοώμέν σοί, ώς ποτε ο Γαβριήλ, ο των Ασωμάτων Αρχιστράτηγος.

Θεοτόκιον Ήχος γ’

Τήν ωραιότητα, της παρθενίας σου, και το υπέρλαμπρον, το της αγνείας σου, ο Γαβριήλ καταπλαγείς, εβόα σοι Θεοτόκε, Ποίόν σοι εγκώμιον, προσαγάγω επάξιον; τί δέ ονομάσω σε; απορώ, και εξίσταμαι, διό ως προσετάγην βοώ σοί, Χαίρε η Κεχαριτωμένη.

  Άξιον Εστί - Επιτάφιος Θρήνος - Εγκώμια Στάση Δεύτερη

Θεοτόκιον Ήχος δ’

Τή ανατραφείση εν τω ναώ, εις τα Άγια των Αγίων, τη περιβεβλημένη την πίστιν και την σοφίαν, και την άμεμπτον παρθενίαν, ο Αρχιστράτηγος Γαβριήλ, προσέφερεν ουρανόθεν τον ασπασμόν, και το Χαίρε, Χαίρε Ευλογημένη, χαίρε δεδοξασμένη, ο Κύριος μετά σού.

Θεοτόκιον Ήχος πλ. α’

Μετά Αγγέλων τα ουράνια, μετά ανθρώπων τα επίγεια, εν φωνή αγαλλιάσεως, Θεοτόκε βοώμέν σοί, Χαίρε πύλη, των ουρανών πλατυτέρα, χαίρε μόνη, των γηγενών σωτηρία, χαίρε σεμνή Κεχαριτωμένη, η τεκούσα Θεόν σεσαρκωμένον.

Θεοτόκιον Ήχος πλ. β’

Αρχή σωτηρίας, η του Γαβριήλ πρός την Παρθένον γέγονεν, ήκουσε γαρ το χαίρε, και ουκ απέφυγε τον ασπασμόν, ουκ εδίστασεν, ως η Σάρρα εν τη σκηνή, αλλ’ ούτως έλεγεν, Ιδού η δούλη Κυρίου, γένοιτό μοί κατά το ρήμά σου.

Θεοτόκιον Ήχος Βαρύς

Θεοτόκε Παρθένε αμίαντε, τον Υιόν σου δυσώπει, σύν ταίς άνω Δυνάμεσι, συγχώρησιν πταισμάτων ημίν, πρό του τέλους δωρήσασθαι, τοίς πιστώς σέ δοξάζουσι.

Θεοτόκιον Ήχος πλ. δ’

Χαίρε η δι’ Αγγέλου, την χαράν του κόσμου δεξαμένη, χαίρε η τεκούσα, τον ποιητήν σου και Κύριον, χαίρε η αξιωθείσα, γενέσθαι Μήτηρ Θεού.

Εις το τέλος του Όρθρου

Θεοτόκιον Ήχος α’

Άχραντε Θεοτόκε, η εν ουρανοίς ευλογημένη, και επί γής δοξολογουμένη, χαίρε Νύμφη ανύμφευτε.

Θεοτόκιον Ήχος β’

Μήτηρ αγία, η του αφράστου Φωτός, αγγελικοίς σέ ύμνοις τιμώντες, ευσεβώς μεγαλύνομεν.

Θεοτόκιον Ήχος γ’

Εκαστος όπου σώζεται, εκεί δικαίως και προστρέχει, και ποία άλλη τοιαύτη καταφυγή, ως συ Θεοτόκε, σκέπουσα τας ψυχάς ημών.

Θεοτόκιον Ήχος δ’

Ότι πάντων υπάρχεις, των ποιημάτων υπερτέρα, ανυμνείν σέ αξίως, μή ευπορούντες Θεοτόκε, δωρεάν αιτούμέν σε, Ελέησον ημάς.

Θεοτόκιον Ήχος πλ. α’

Ο εκ Παρθένου, ανατείλας τω κόσμω, Χριστέ ο Θεός, υιούς φωτός δι’ αυτής αναδείξας, ελέησον ημάς.

Θεοτόκιον Ήχος πλ. β’

Αρχαγγελικόν λόγον υπεδέξω, και θρόνος ανεδείχθης, και εν αγκάλαις σου εβάστασας, Θεοτόκε, την ελπίδα των ψυχών ημών.

Θεοτόκιον Ήχος Βαρύς

Υπερέβης τας δυνάμεις των ουρανών, ότι ναός εδείχθης θεϊκός, ευλογημένη Θεοτόκε, ως τεκούσα Χριστόν, τον Σωτήρα των ψυχών ημών.

Θεοτόκιον Ήχος πλ. δ’

Χαίρε η πύλη, του Βασιλέως της δόξης, ήν ο Ύψιστος μόνος διώδευσε, και μόνην εσφραγισμένην εφύλαξεν, εις σωτηρίαν των ψυχών ημών.

Τρίτη

Στιχηρά του Εσπερινού

Θεοτόκιον Ήχος α’

Φωτός ενδιαίτημα Αγνή, μόνη εχρημάτισας, του εκ Πατρός αναλάμψαντος, όθεν κραυγάζω σοί. την εσκοτισμένην, ψυχήν μου τοίς πάθεσι, φωτί των αρετών καταφαίδρυνον, και εν σκηνώμασι, φωτεινοίς σου κατασκήνωσον, εν ημέρα της κρίσεως Άχραντε.

Θεοτόκιον Ήχος β’

Θλίψεις και δεινών επαγωγαί, πάθη τε ποικίλα χειμάζει, την ταπεινήν μου ψυχήν, Κόρη απειρόγαμε, Μήτερ Χριστού του Θεού, κυβερνή τίς μοί φάνηθι, θαλάσση του βίου, και τον επικείμενον πράϋνον κλύδωνα, όρμω, γαληνώ μετανοίας, και αναψυχής οδηγούσα, τον τη θεία σκέπη σου προστρέχοντα.

Θεοτόκιον Ήχος γ’

Μή παύση ικετεύουσα υπέρ της ποίμνης σου, αλλά ταίς σαίς πρεσβείαις, μελλούσης ημάς λύτρωσαι, απειλής και ενεστώσης, πάσης βλάβης, και της οργής Κυρίου, πάντας εξάρπασον, Θεοτόκε σούς δούλους.

Θεοτόκιον Ήχος δ’

Ησαύ νέος γέγονα, πάσιν εν τρόποις Πανάχραντε, εμπαθής υπέρ άνθρωπον, μόνος ώφθην άθλιος, αρετής ενθέου, γυμνός μόνος όλος, τίς ούν μή κλαύσει επ’ εμέ; τίς μή θρηνήσει μου την απώλειαν, διό πρό τέλους κράζω σοί. Ήμαρτον Δέσποινα, σώσόν με, ώσπερ έσωσε πρότερον, ο Υιός σου τον Άσωτον.

Θεοτόκιον Ήχος πλ. α’

Στήσον τους ποταμούς των παθών, της αμαρτίας μου το πέλαγος ξήρανον, τω ρείθρω της σης πρεσβείας, και πρός λιμένα Θεού, θείων θελημάτων εγκαθόρμισον, εχθρούς καθ’ εκάστην, τους την ψυχήν μου εκθλίβοντας, και ταίς ατόποις, ηδοναίς εκταράττοντας, καταπόντισον, απωλείας εις βάραθρα, πλήρωσον ευφροσύνης και χαράς την καρδίαν μου, λύσον το νέφος βοώ σοί, της αθυμίας μου Πάναγνε, Χριστόν δυσωπούσα, τον παρέχοντα, τω κόσμω το μέγα έλεος.

Θεοτόκιον Ήχος πλ. β’

Όλην αποθέμενοι

Σύμβολον οργής εστι, μνησικακία, θυμός τε, της οργής εμφάνεια, δι’ ών και των ύβρεων τα αλλόκοτα, αναιδώς άλλονται, του οικτρού στόματος, τον εν τούτοις ενεργούμενον, ποιούντες ένοχον, πυρός της γεέννης, ως γέγραπται, διό ψυχή γρηγόρησον, φεύγε τον θυμόν τον πικρόν, την οργήν, μήνιν και την ύβριν, και πάσαν την δυσώδη εκδρομήν, τη Θεοτόκω κραυγάζουσα. Δέσποινά μου σώσόν με.

Θεοτόκιον Ήχος Βαρύς

Χαίρε Αγνή, το σεπτόν κειμήλιον παρθενίας. Χαίρε σεμνή, ενδιαίτημα θείον. Χαίρε Παρθένε, των πιστών σωτηρία. Χαίρε Δέσποινα, Νύμφη ανύμφευτε.

Θεοτόκιον Ήχος πλ. δ’

Χαίρε Θεοτόκε Δέσποινα, χαίρε Θεού καθαρόν, οικητήριον Άχραντε, χαίρε θείον όχημα, του Λόγου θεοχώρητε, το θεότευκτον, χαίρε παλάτιον, θεοπάροχον, χαίρε θησαύρισμα, θάλαμος έμψυχος, Θεού θεία τράπεζα, και κιβωτέ, και κατοικητήριον, του θείου Πνεύματος.

Απόστικα του Εσπερινού

Θεοτόκιον Ήχος α’

Αμαρτωλών τας δεήσεις προσδεχομένη, και θλιβομένων στεναγμόν μή παρορώσα, πρέσβευε τω εξ αγνών λαγόνων σου, σωθήναι ημάς, Παναγία Παρθένε.

Θεοτόκιον Ήχος β’

Τήν πάσαν ελπίδα μου, εις σέ ανατίθημι, Μήτηρ της ζωής, φύλαξόν με υπό την σκέπην σου.

Θεοτόκιον Ήχος γ’

Θεοτόκε η προστασία πάντων των δεομένων, εις σέ θαρρούμεν, εις σέ καυχώμεθα, εν σοι πάσα η ελπίς ημών εστι, πρέσβευε τω εκ σού τεχθέντι, υπέρ αχρείων δούλων σου.

Θεοτόκιον Ήχος δ’

Έδωκας σημείωσιν

Σέ το καθαρώτατον, του Βασιλέως παλάτιον, δυσωπώ Πολυϋμνητε, τον νούν μου καθάρισον, τον εσπιλωμένον, πάσαις πλημμελείαις, και καταγώγιον τερπνόν, της υπερθέου Τριάδος ποίησον, όπως την δυναστείαν σου, και την πολλήν ευσπλαγχνίαν σου, μεγαλύνω σωζόμενος, ο αχρείος οικέτης σου.

Θεοτόκιον Ήχος πλ. α’

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, και δοξάζομέν σε οι πιστοί κατά χρέος, την πόλιν την άσειστον, το τείχος, το άρρηκτον, την αρραγή προστασίαν, και καταφυγήν των ψυχών ημών.

Θεοτόκιον Ήχος πλ. β’

Μεταβολή των θλιβομένων, απαλλαγή των ασθενούντων υπάρχουσα, Θεοτόκε Παρθένε, σώζε πόλιν και λαόν, των πολεμουμένων η ειρήνη, των χειμαζομένων η γαλήνη, η μόνη προστασία των πιστών.

Θεοτόκιον Ήχος Βαρύς

Ειρήνευσον πρεσβείαις της Θεοτόκου, την ζωήν ημών, των βοώντων σοί. Ελεήμον Κύριε δόξα σοί.

Θεοτόκιον Ήχος πλ. δ’

Η σκέπη σου Θεοτόκε Παρθένε, ιατρείον υπάρχει πνευματικόν, εν αυτή γαρ καταφεύγοντες, ψυχικών νοσημάτων λυτρούμεθα.

Εις τό, Θεός Κύριος

Θεοτόκιον Ήχος α’

Συλλαβούσα αφλέκτως, το πύρ της θεότητος, και τεκούσα ασπόρως, πηγήν ζωής τον Κύριον, Κεχαριτωμένη Θεοτόκε, περίσωζε τους σέ μεγαλύνοντας.

Θεοτόκιον Ήχος β’

Θείας γεγόναμεν κοι νωνοί φύσεως, διά σού Θεοτόκε αειπάρθενε, Θεόν γαρ ημίν σεσαρκωμένον τέτοκας, διό κατά χρέος σέ πάντες, ευσεβώς μεγαλύνομεν.

Θεοτόκιον Ήχος γ’

Καταφυγή και δύναμις ημών Θεοκτόκε, η κραταιά βοήθεια του κόσμου, ταίς πρεσβείαις σου σκέπε τους δούλους σου, από πάσης ανάγκης, μόνη ευλογημένη.

Θεοτόκιον Ήχος δ’

Τή Θεοτόκω εκτενώς, νυν προσδράμωμεν, αμαρτωλοί και ταπεινοί, και προσπέσωμεν εν μετανοία, κράζοντες εκ βάθους ψυχής, Δέσποινα βοήθησον, εφ ημίν σπλαγχνισθείσα, σπεύσον απολλύμεθα, υπό πλήθους πταισμάτων, μή αποστρέψης σούς δούλους κενούς, σέ γαρ και μόνην ελπίδα κεκτήμεθα.

Θεοτόκιον Ήχος πλ. α’

Τήν ταχείάν σου σκέπην, και την βοήθειαν, και το έλεος δείξον, επί τους δούλους σου, και τα κύματα αγνή καταπράϋνον, των ματαίων λογισμών, και την πεσούσάν μου ψυχήν, ανάστησον Θεοτόκε, οίδα γαρ ότι Παρθένε, ισχύεις όσα και βούλεσαι.

Θεοτόκιον Ήχος πλ. β’

Ελπίς του κόσμου αγαθή, Θεοτόκε Παρθένε, την σήν και μόνην κραταιάν, προστασίαν αιτούμεν, Σπλαγχνίσθητι, εις απροστάτευτον λαόν, δυσώπησον τον ελεήμονα Θεόν, ρυσθήναι τας ψυχάς ημών, εκ πάσης απειλής, μόνη ευλογημένη.

Θεοτόκιον Ήχος Βαρύς

Τό Χαίρέ σοι προσάγομεν Θεοτόκε, των Αγγέλων γαρ ανωτέρα εδείχθης, Θεόν κυήσασα.

Θεοτόκιον Ήχος πλ. δ’

Τό ασάλευτον στήριγμα, το της πίστεως, και σεβάσμιον δώρημα, των ψυχών ημών, την Θεοτόκον εν ύμνοις, μεγαλύνωμεν πιστοί, Χαίρε, η την πέτραν της ζωής, εν γαστρί σου χωρήσασα, χαίρε των περάτων η ελπίς, θλιβομένων αντίληψις, χαίρε Νύμφη ανύμφευτε.

Εις το τέλος του Όρθρου

Θεοτόκιον Ήχος α’

Τόν αμήτορα εν ουρανώ, υπέρ έννοιαν και ακοήν, επί γής απάτορα έτεκες. Αυτόν Θεοτόκε ικέτευε, υπέρ των ψυχών ημών.

Θεοτόκιον Ήχος β’

Σέ μεγαλύνομεν Θεοτόκε βοώντες, Χαίρε αδύτου φωτός νεφέλη, αυτόν βαστάσασα εν κόλποις, της δόξης τον Κύριον.

Θεοτόκιον Ήχος γ’

Εκαστος όπου σώζεται, εκεί δικαίως και προστρέχει, και ποία άλλη τοιαύτη καταφυγή, ως συ Θεοτόκε, σκέπουσα τας ψυχάς ημών.

Θεοτόκιον Ήχος δ’

Σέ μεγαλύνομεν Θεοτόκε, βοώντες, συ εί η βάτος, εν ή αφλέκτως Μωσής, κατείδεν ως φλόγα, το πύρ της θεότητος.

Θεοτόκιον Ήχος πλ. α’

Μήτηρ Θεού Παναγία, το τείχος των Χριστιανών, ρύσαι λαόν σου συνήθως, κραυγάζοντά σοι εκτενώς, Αντιτάχθητι αισχροίς, και αλαζόσι λογισμοίς, ίνα βοώμέν σοί, Χαίρε αειπάρθενε.

Θεοτόκιον Ήχος πλ. β’

Ουδείς προστρέχων επί σοί, κατησχυμμένος από σού εκπορεύεται, αγνή Παρθένε Θεοτόκε, αλλ’ αιτείται την χάριν, και λαμβάνει το δώρημα, πρός το συμφέρον της αιτήσεως.

Θεοτόκιον Ήχος Βαρύς

Ειρήνευσον πρεσβείαις της Θεοτόκου, την ζωήν ημών των βοώντων σοί, Ελεήμον Κύριε δόξα σοί.

Θεοτόκιον Ήχος πλ. δ’

Παρθένε άχραντε, σώσον ημάς ταίς πρεσβείαις σου, κινούσα σπλάγχνα μητρικά, τω Υιώ σου και Θεώ ημών.

Τετάρτη

Στιχηρά του Εσπερινού

Θεοτόκιον Ήχος α’

Σφαγήν σου την άδικον, Χριστέ, η Παρθένος βλέπουσα, οδυρομένη εβόα σοί. Τέκνον γλυκύτατον, πώς αδίκως πάσχεις; Πώς τω ξύλω κρέμασαι, ο πάσαν γήν κρεμάσας τοίς ύδασι; Μή λίπης μόνην με, ευεργέτα πολυέλεε, την Μητέρα και δούλην σου δέομαι.

Θεοτόκιον Ήχος β’

Βότρυν τον παμπέπειρον Αγνή, όν αγεωργήτως εν μήτρα εκυοφόρησας, ξύλω ως εώρακας, τούτον κρεμάμενον, θρηνωδούσα ηλάλαζες, και έκραζες. Τέκνον, γλεύκος εναπόσταξον, δι’ ού η μέθη αρθή, πάσα των παθών Ευεργέτα, δι’ εμού της σέ τετοκυίας, σού την ευσπλαγχνίαν ενδεικνύμενος.

Θεοτόκιον Ήχος γ’

Ρομφαία την καρδίαν σου, διήλθε Πάναγνε, ηνίκα τον Υιόν σου, επί σταυρού προσέβλεψας, και εβόας. Μή άτεκνόν με δείξης, Υιέ μου και Θεέ μου, ο συντηρήσας μετά τόκον παρθένον.

Θεοτόκιον Ήχος δ’

Νεκρούμενον βλέπουσα, Χριστόν η Πάναγνος Δέσποινα, και νεκρούντα τον δόλιον, ηλάλαζε κράζουσα, πικρώς τω εκ σπλάγχνων, αυτής προελθόντι, και το μακρόθυμον αυτού, αποθαυμάζουσα κατεπλήττετο, τέκνον μου ποθεινότατον μή επιλάθη της δούλης σου, μή βραδύνης Φιλάνθρωπε, το εμόν καταθύμιον.

Θεοτόκιον Ήχος πλ. α’

Άρνα τον εαυτής η Αμνάς, ποτέ ορώσα πρός σφαγήν επισπεύδοντα, προθύμως κατηκολούθει, ταύτα βοώσα αυτώ. Πού πορεύη, τέκνον μου γλυκύτατον. Χριστέ τίνος χάριν, τον δρόμον τούτον μακρόθυμε, τρέχεις αόκνως, Ιησού ποθεινότατε, αναμάρτητε, πολυέλεε Κύριε; Δός μοί λόγον τη δούλη σου, Υιέ μου παμφίλτατε, μή μέ παρέλθης οικτίρμον, σιγών φρικτώς την τεκούσάν σε, Θεέ ζωοδότα, ο δωρούμενος τω κόσμω, το μέγα έλεος.

Θεοτόκιον Ήχος πλ. β’

Κρίσιν Ισραήλ κριταί, θανατηφόρον κριθήναι, σέ Υιέ κατέκριναν, ως κριτόν σέ στήσαντες επί βήματος, τον νεκρούς κρίνοντα, και τους ζώντας Σώτερ, και Πιλάτω παριστώσί σε, και κατακρίνουσι, πρό της δίκης φεύ! οι παράνομοι, και βλέπουσα τιτρώσκομαι, και συγκατακρίνομαι Κύριε, όθεν και προκρίνω, θανείν υπέρ το ζήν εν στεναγμοίς, η Θεοτόκος εκραύγαζε, μόνε πολυέλεε.

Θεοτόκιον Ήχος Βαρύς

Εν ξύλω προσπαγέντα σέ εκουσίως, η Πανάμωμος ως εώρακε θρηνωδούσα, ύμνει το κράτος σου.

Θεοτόκιον Ήχος πλ. δ’

Ώ του παραδόξου θαύματος! ώ μυστηρίου καινού! ώ φρικτής εγχειρήσεως! η Παρθένος έλεγεν, εν Σταυρώ σέ ως έβλεψεν, εν μέσω δύο ληστών κρεμάμενον, όν ανωδίνως, φρικτώς εκύησεν, έκλαιε κράζουσα. Οίμοι Τέκνον φίλτατον! πώς σέ δεινός, δήμος και αχάριστος, Σταυρώ προσήλωσεν.

Απόστικα του Εσπερινού

Θεοτόκιον Ήχος α’

Πανεύφημοι Μάρτυρες

Ρομφαία δι’ ήλθεν ώ Υιέ, (η Παρθένος έλεγεν, επί του ξύλου ως έβλεψε, Χριστόν κρεμάμενον), την εμήν καρδίαν, και σπαράττει Δέσποτα, ως πάλαι Συμεών μοί προέφησεν, αλλά ανάστηθι, και συνδόξασον, Αθάνατε, την Μητέρα, και δούλην σου δέομαι.

Θεοτόκιον Ήχος β’

Ότε εκ του ξύλου

Πόνους υπομείνασα πολλούς, εν τη του Υιού και Θεού σου, σταυρωσει Άχραντε, έστενες δακρύουσα, και αλαλάζουσα. Οίμοι! τέκνον γλυκύτατον, αδίκως πώς πάσχεις, θέλων εκλυτρώσασθαι τους εξ Αδάμ γηγενείς; Όθεν Παναγία Παρθένε, σέ παρακαλούμεν εν πίστει, ίλεων ημίν τούτον απέργασαι.

Θεοτόκιον Ήχος γ’

Μεγάλη του Σταυρού σου

Σταυρώ σέ αναρτώμενον, Χριστέ μου ως εώρακεν, Αμνάς η σέ τεκούσα, η άμωμος και Μήτηρ σου, ωλοφύρετο κλαυθμώ και ανεβόα. Μή μέ δείξης άτεκνον, ήν εφύλαξας αγνήνκαί μετά τόκον.

Θεοτόκιον Ήχος δ’

Ως γενναίον εν Μάρτυσι

Τόν Αμνόν και Ποιμένα σε, επί ξύλου ως έβλεψεν, η Αμνάς η τέξασα, επωδύρετο, και μητρικώς σοι εφθέγγετο. Υιέ ποθεινότατε, ταύτά σοι ο απειθής, δήμος ανταποδίδωσιν, ο θαυμάτων σου, απολαύσας μεγίστων, αλλά δόξα, τη αρρήτω σου και θεία, συγκαταβάσει Φιλάνθρωπε.

Θεοτόκιον Ήχος πλ. α’

Χαίροις ασκητικών

Στάσα επί Σταυρού Ιησού, η σέ τεκούσα, θρηνωδούσα ωδύρετο, βοώσα, ου φέρω Τέκνον, προσηλωμένον οράν, επί ξύλου όν πέρ απεκύησα, εγώ γαρ διέφυγον, τας ωδίνας ως άνανδρος, και πώς αρτίως, τη οδύνη συνέχομαι, και σπαράττομαι, την καρδίαν η άμεμπτος; άρτι γαρ εκπεπλήρωται, το ρήμα ο είρηκεν, ο Συμεών τη καρδία, εμή ρομφαίαν ελεύσεσθαι, αλλ’ ώ νυν Υιέ μου, εξανάστηθι και σώσον, τους ανυμνούντάς σε.

Θεοτόκιον Ήχος πλ. β’

Ορώσά σε σταυρούμενον, Χριστέ η σέ κυήσασα, ανεβόα. Τί το ξένον, ο ορώ, μυστήριον Υιέ μου, πώς επί ξύλου θνήσκεις, σαρκί κρεμάμενος, ζωής χορηγέ;

Θεοτόκιον Ήχος Βαρύς

Νέκρωσιν καθυπέμεινας Λόγε, επί Σταυρού προσηλούμενος, η Παρθενομήτωρ εβόα θρηνούσα, σύν ηγαπημένω σεπτώ θεολόγω, ών ταίς ικεσίαις, ο παθών υπέρ ημών Χριστέ, και νεκρώσας θάνατον, τα πάθη μου νέκρωσον, και ζωής μέ μέτοχον, της θείας απέργασαι, και σώσόν με.

Θεοτόκιον Ήχος πλ. δ’

Σταυρώ σέ καθηλούμενον, ως εθεάσατο η σέ Τεκούσα, μόνε μακρόθυμε, οδυρομένη δάκρυα έρρει κρουνηδόν, και το υπερβάλλον της χρηστότητος, και το συμπαθές το υπέρ άνθρωπον, λίαν εκπληττομένη, ύμνει το κράτος σου.

  Προσευχή ευγνωμοσύνης, Οσίου Σιλουανού του Αθωνίτου

Εις τό, Θεός Κύριος

Θεοτόκιον Ήχος α’

Οι την σήν προστασίαν, κεκτημένοι Άχραντε, και ταίς ικεσίαις, των δεινών εκλυτρούμενοι, τω Σταυρώ του Υιού σου, εν παντί φρουρούμενοι, κατά χρέος σέ πάντες, ευσεβώς μεγαλύνομεν.

Θεοτόκιον Ήχος β’

Υπερδεδοξασμένη υπάρχεις, Θεοτόκε Παρθένε, υμνούμέν σε, διά γαρ του Σταυρού του Υιού σου, κατεβλήθη ο άδης, και ο θάνατος τέθνηκε, νεκρωθέντες ανέστημεν, και ζωής ηξιώθημεν, τον Παράδεισον ελάβομεν, την αρχαίαν απόλαυσιν, Διό ευχαριστούντες δοξολογούμεν, ως κραταιόν Χριστόν τον Θεόν ημών, και μόνον πολυέλεον.

Θεοτόκιον Ήχος γ’

Ράβδον δυνάμεως κεκτημένοι, τον Σταυρόν του Υιού σου Θεοτόκε, εν αυτώ καταβάλλομεν, των εχθρών τα φρυάγματα, οι πόθω σέ απαύστως μεγαλύνοντες.

Θεοτόκιον Ήχος δ’

Παρτένε πανάμωμε, Μήτηρ Χριτού Θεού, ρομφαία δι’ ήλθέ σου, την παναγίαν ψυχήν, ηνίκα σταυρούμενον, έβλεψας εκουσίως, τον Υιόν και Θεόν σου, όν πέρ ευλογημένη, δυσωπούσα μή παύση, συγχώρησιν πταισμάτων, ημίν δωρήσασθαι.

Θεοτόκιον Ήχος πλ. α’

Τώ Σταυρώ του Υιού σου Θεοχατρίτωτε, των ειδώλων η πλάνη πάσα κατήργηται, και των δαιμόνων η ισχύς καταπεπάτηται, διά τούτο οι πιστοί, κατά χρέος σέ αεί, υμνούμεν και ευλογούμεν, και Θεοτόκον κυρίως, ομολογούντες μεγαλύνομεν.

Θεοτόκιον Ήχος πλ. β’

Θεοτόκε Παρθένε, ικέτευε τον Υιόν σου, τον εκουσίως προσπαγέντα εν Σταυρώ, και τον κόσμον εκ πλάνης ελευθερώσαντα, Χριστόν τον Θεόν ημών, του ελεήσαι τάς ψυχάς ημών.

Θεοτόκιον Ήχος Βαρύς

Τόν σταυρωθέντα υπέρ ημών, Χριστόν τον Θεόν, και καθελόντα του θανάτου το κράτος, απαύστως ικέτευε, Θεοτόκε Παρθένε, ίνα σώση τας ψυχάς ημών.

Θεοτόκιον Ήχος πλ. δ’

Τόν αμνόν και ποιμένα και Σωτήρα του κόσμου, εν τω Σταυρώ θεωρούσα, η τεκούσα έλεγε δακρύουσα, ο μέν κόσμος αγάλλεται, δεχόμενος την λύτρωσιν, τα δέ σπλάγχνα μου φλέγονται, ορώσης σου την σταύρωσιν, ήν υπέρ πάντων υπομένεις, ο Υιός και Θεός μου.

Εις το τέλος του Όρθρου

Θεοτόκιον Ήχος α’

Άχραντε Θεοτόκε, η εν ουρανοίς ευλογημένη, και επί γής δοξολογουμένη, Χαίρε Νύμφη ανύμφευτε.

Θεοτόκιον Ήχος β’

Σέ μεγαλύνομεν Θεοτόκε βοώντες, Χαίρε η ράβδος, εξ ής ασπόρως Θεός βλαστήσας, ανείλεν εν ξύλω τον θάνατον.

Θεοτόκιον Ήχος γ’

Καταφυγή και δύναμις ημών Θεοτόκε, η κραταιά βοήθεια του κόσμου, ταίς πρεσβείαις σου σκέπε τους δούλους σου, από πάσης ανάγκης, μόνη Ευλογημένη.

Θεοτόκιον Ήχος δ’

Σέ μεγαλύνομεν Θεοτόκε, βοώντες συ εί το όρος, εξ ού αρρήτως ετμήθη λίθος, και πύλας του άδου συνέτριψε.

Θεοτόκιον Ήχος πλ. α’

Ο εκ Παρθένου, ανατείλας τω κόσμω, Χριστέ ο Θεός, υιούς φωτός δι’ αυτής αναδείξας, ελέησον ημάς.

Θεοτόκιον Ήχος πλ. β’

Τόν πρό αιώνων εκ Πατρός, άνευ Μητρός γεννηθέντα, Υιόν και Λόγον του Θεού, επ’ εσχάτων των χρόνων, εκύησας σεσαρκωμένον, εξ αγνών αιμάτων σου, Θεοκυήτορ άνευ ανδρός, όν αίτησαι δωρήσασθαι ημίν, αμαρτιών άφεσιν πρό του τέλους.

Θεοτόκιον Ήχος Βαρύς

Λύτρωσαι Θεοτόκε, των συνεχουσών ημάς αμαρτιών, ότι άλλην ελπίδα, οι πιστοί ουκ έχομεν, ειμή σέ, και τον εκ σού τεχθέντα Θεόν.

Θεοτόκιον Ήχος πλ. δ’

Ο καρπός της κοιλίας σου Άχραντε, των Προφητών υπάρχει, και του νόμου το πλήρωμα, διό σέ Θεοτόκον, εν επιγνώσει δοξάζοντες, ευσεβώς μεγαλύνομεν.

Πέμπτη

Στιχηρά του Εσπερινού

Θεοτόκιον Ήχος α’

Θεοκυήτορ Παρθένε και απειρόγαμε, η τον Θεόν τεκούσα, επ’ εσχάτων των χρόνων, και πάλιν μετά τόκον, ως αληθώς, ανεδείχθης Παρθένος αγνή, θρόνος και πύλη και τράπεζα μυστική, και λυχνία φωτεινόμορφος.

Θεοτόκιον Ήχος β’

Πάσα της ζωής ημών ισχύς, συ υπάρχεις άχραντε Μήτηρ, και καταφύγιον, πάντων των υμνούντων σε, συ εί αντίληψις, μή ούν μάτην λογίζοιντο, την σήν προστασίαν, οι κατακαυχώμενοι κατά των δούλων σου, συ γαρ πρός Θεόν προστασία, δέδοσαι, διό μή παρίδης, διασώσαι Δέσποινα τους δούλους σου.

Θεοτόκιον Ήχος γ’

Απάντων κυριεύουσα των κτισμάτων Δέσποινα, δεινώς κυριευθείσαν, τοίς πάθεσι Θεόνυμφε, την ψυχήν μου ελευθέρωσον εν τάχει, φαρμάκω σης πρεσβείας, και καταδούλωσον τω Υιώ και Θεώ σου.

Θεοτόκιον Ήχος δ’

Η Θεόν τον αχώρητον, εν γαστρί σου χωρήσασα, φιλανθρώπως άνθρωπον χρηματίσαντα, και το ημέτερον φύραμα, εκ σού προσλαβόμενον, και Θεώσαντα σαφώς, μή παρίδης μέ Πάναγνε, νυν θλιβόμενον, αλλ’ οικτείρησον τάχει, και παντοίας, δυσμενείας τεκαί βλάβης, του πονηρού ελευθέρωσον.

Θεοτόκιον Ήχος πλ. α’

Έχων αμαρτημάτων πληθύν, πεπωρωμένος, και τον νούν σκοτιζόμενος, βοώ σοι εν κατανύξει, και συντριβή λογισμών. Κόρας της ψυχής μου φωταγώγησον, και γάρ το ανέσπερον, φώς εκύησας Άχραντε, το καταυγάζον, οικουμένης τα πέρατα, τοίς πυρσεύμασι, της αυτού επιγνώσεως, φώτισόν μου Πανάμωμε, τον νούν ταίς λαμπρότησι, της σης πρεσβείας γενέ. σθαι, υιόν φωτός αξιούσά με, Χριστόν δυσωπούσα, τον παρέχοντα τω κόσμω, το μέγα έλεος.

Θεοτόκιον Ήχος πλ. β’

Μεγίστων δωρημάτων ημίν, ο τόκος ο αλόχευτος, της Παρθένου, πάσι γέγονε σαφώς, Θεός γαρ την φθαρείσαν, καινίζει πάλιν φύσιν, και αναπλάττει το ανθρώπινον.

Θεοτόκιον Ήχος Βαρύς

Παρθένον σέ γινώσκομεν μετά τόκον, απειράνδρως γαρ συ εκύησας τον Σωτήρα, ώ πρέσβευε σωθήναι τας ψυχάς ημών.

Θεοτόκιον Ήχος πλ. δ’

Ίδε μου, της συντετριμμένης καρδίας, τους στεναγμούς Θεονύμφευτε, πρόσδεξαι Παρθένε Μαρία, και μή απώση πανάμωμε, τας των χειρών μου Αγνή, επάρσεις ως φιλάγαθος, ίνα υμνώ και μεγαλύνω, τον μεγαλύναντα το γένος ημών.

Απόστικα του Εσπερινού

Θεοτόκιον Ήχος α’

Παρθένε πανύμνητε, Μωσής, το εν σοι μυστήριον, προφητικοίς είδεν όμμασι, βάτον μή φλέγεσθαι, καίπερ καιομένην, πύρ γαρ της θεότητος, την μήτραν σου, Αγνή, ου κατέφλεξε, διό αιτούμέν σε, ως Μητέρα του Θεού ημών, την ειρήνην τω κόσμω σου δώρησαι.

Θεοτόκιον Ήχος β’

Ότε εκ του ξύλου

Πάντων προστατεύεις Αγαθή, των καταφευγόντων εν πίστει, τη κραταιά σου χειρί, άλλην γαρ ουκ έχομεν, αμαρτωλοί πρός Θεόν, εν κινδύνοις και θλίψεσιν, αεί μεσιτείαν, οι κατακαμπτόμενοι, υπό πταισμάτων πολλών. Μήτερ του Θεού του Υψίστου, όθεν σοι προσπίπτομεν ρύσαι, πάσης περιστάσεως τους δούλους σου.

Θεοτόκιον Ήχος γ’

Μεγάλη του Σταυρού σου

Αγγέλων χαρμονή, των θείων Κόρη πέφυκας, των Αποστόλων δόξα, και προφητών εκσφράγισμα, των ανθρώπων τε πιστών η προστασία, και οδηγός σωτήριος, διά τούτό σε, προσκυνούμεν Παρθένε.

Θεοτόκιον Ήχος δ’

Ρύσαι ημάς εκ των αναγκών ημών, Μήτηρ Χριστού του Θεού, η τεκούσα τον των όλων Ποιητήν, ίνα πάντες κράζωμέν σοί, Χαίρε η μόνη προστασία των ψυχών ημών.

Θεοτόκιον Ήχος πλ. α’

Χαίρε κεχαριτωμένη, Μήτηρ Χριστού του Θεού, ότι επέφανέ σοι ο Βασιλεύς της δόξης, και επεσκίασέ σοί, το πανάγιον Πνεύμα, ως παρρησίαν έχουσα, πρέσβευε του σωθήναι τας ψυχάς ημών.

Θεοτόκιον Ήχος πλ. β’

Θεοτόκε, συ εί η άμπελος η αληθινή, η βλαστήσασα τον καρπόν της ζωής, σέ ικετεύομεν, πρέσβευε Δέσποινα, μετά των Αποστόλων, και πάντων των Αγίων, ελεηθήναι τας ψυχάς ημών.

Θεοτόκιον Ήχος Βαρύς

Λύτρωσαι Θεοτοκε, των συνεχουσών ημάς αμαρτιών, ότι άλλην ελπίδα οι πιστοί ουκ έχομεν, ειμή σέ, και τον εκ σού τεχθέντα Θεόν.

Θεοτόκιον Ήχος πλ. δ’

Τί υμάς καλέσωμεν Άγιοι; ύμφην σε Παρθένε εκήρυξαν, της αξίας του Πατρός, και της θεότητος αυτού, οι Θεόν, αξιωθέντες κατιδείν σωματικώς, και Λόγου και Θεού Κόρη γεννήτριαν, και Πνεύματος αγίου οικητήριον, εν σοι γαρ πάν της θεότητος, σωματικώς κατεσκήνωσε, το πλήρωμα, πληρεστάτης ούσης χάριτος.

Εις τό, Θεός Κύριος

Θεοτόκιον Ήχος α’

Συλλαβούσα αφλέκτως, το πύρ της θεότητος, και τεκούσα ασπόρως, πηγήν ζωής τον Κύριον, Κεχαριτωμένη Θεοτόκε, περίσωζε τους σέ μεγαλύνοντας.

Θεοτόκιον Ήχος β’

Θείας γεγόναμεν κοινωνοί φύσεως, διά σού Θεοτόκε αειπάρθενε, Θεόν γαρ ημίν σεσαρκωμένον τέτοκας, διό κατά χρέος σέ πάντες, ευσεβώς μεγαλύνομεν.

Θεοτόκιον Ήχος γ’

Προφήται προεκήρυξαν, Απόστολοι εδίδαξαν, Μάρτυρες ωμολόγησαν, και ημείς επιστεύσαμεν, Θεοτόκον σέ κυρίως υπάρχουσαν, διό και μεγαλύνομεν, τον τόκον σου τον άφραστον.

Θεοτόκιον Ήχος δ’

Τόν Λόγον του Πατρός, Χριστόν τον Θεόν ημών, εκ σού σαρκωθέντα έγνωμεν, Θεοτόκε Παρθένε, μόνη αγνή, μόνη ευλογημένη, διό απαύστως σέ, ανυμνούντες μεγαλύνομεν.

Θεοτόκιον Ήχος πλ. α’

Τό ξένον της Παρθένου Μυστήριον, τω κόσμω ανεδείχθη σωτήριον, εξ αυτής γαρ ετέχθης, άνευ σποράς, και σαρκί ανεδείχθης, δίχα φθοράς, η πάντων χαρά, Κύριε δόξασοι.

Θεοτόκιον Ήχος πλ. β’

Αγία Δέσποινα αγνή, του Θεού ημών Μήτηρ, η των απάντων ποιητήν, απορρήτως τεκούσα, ικέτευε σύν Αποστόλοις ιεροίς, εκάστοτε την αγαθότητα αυτού, παθών ημάς λυτρώσασθαι, και άφεσιν ημίν, δούναι αμαρτημάτων.

Θεοτόκιον Ήχος Βαρύς

Ο καρπός της κοιλίας σου Άχραντε, των Προφητών υπάρχει, και του νόμου το πλήρωμα, διό σέ Θεοτόκον, εν επιγνώσει δοξάζοντες, ευσεβώς μεγαλύνομεν.

Θεοτόκιον Ήχος πλ. δ’

Ηνοητή πύλη της ζωής, άχραντε τους προστρέχοντάς σοι πιστώς, λύτρωσαι των κινδύνων, ίνα δοξάζωμεν τον πανάγιον τόκον σου, εις σωτηρίαν των ψυχών ημών.

Εις το τέλος του Όρθρου

Θεοτόκιον Ήχος α’

Τόν αμήτορα εν ουρανώ, υπέρ έννοιαν και ακοήν, επί γής απάτορα έτεκες. Αυτόν Θεοτόκε ικέτευε, υπέρ των ψυχών ημών.

Θεοτόκιον Ήχος β’

Σέ μεγαλύνομεν Θεοτόκε βοώντες, Χαίρε αδύτου φωτός νεφέλη, αυτόν βαστάσασα εν κόλποις, της δόξης τον Κύριον.

Θεοτόκιον Ήχος γ’

Εκαστος όπου σώζεται, εκεί δικαίως και προστρέχει, και ποία άλλη τοιαύτη καταφυγή, ως συ Θεοτόκε, σκέπουσα τας ψυχάς ημών.

Θεοτόκιον Ήχος δ’

Ότι πάντων υπάρχεις, των ποιημάτων υπερτέρα, ανυμνείν σέ αξίως, μή ευπορούντες Θεοτόκε, δωρεάν αιτούμέν σε, Ελέησον ημάς.

Θεοτόκιον Ήχος πλ. α’

Μήτηρ Θεού Παναγία, το τείχος των Χριστιανών, ρύσαι λαόν σου συνήθως, κραυγάζοντά σοι εκτενώς, Αντιτάχθητι αισχροίς, και αλαζόσι λογισμοίς, ίνα βοώμέν σοί, Χαίρε αειπάρθενε.

Θεοτόκιον Ήχος πλ. β’

Μεγάλων χαρισμάτων αγνή, Παρθένε Θεομήτορ συ ηξιώθης, ότι έτεκες σαρκί, τον ένα της Τριάδος, Χριστόν τον ζωοδότην, εις σωτηρίαν των ψυχών ημών.

Θεοτόκιον Ήχος Βαρύς

Ο καρπός της γαστρός σου Θεονύμφε, τοίς ανθρώποις εδείχθη σωτηρίας πρόξενος, διό σέ Θεοτόκον, γνώμη και γλώσση δοξάζοντες, οι πιστοί μεγαλύνομεν.

Θεοτόκιον Ήχος πλ. δ’

Παρθένε άχραντε, σώσον ημάς ταίς πρεσβείαις σου, κινούσα σπλάγχνα μητρικά, τω Υιώ σου και Θεώ ημών.

Παρασκευή

Στιχηρά του Εσπερινού

Θεοτόκιον Ήχος α’

Αναρτηθέντα ως είδεν, επί Σταυρού τον Αμνόν, η άμωμος Παρθένος, θρηνωδούσα εβόα. Γλυκύτατον μου Τέκνον, τί το καινόν, και παράδοξον θέαμα; πώς ο κατέχων τα πάντα εν τη δρακί, έ πί ξύλου προσηλώθης σαρκί;

Θεοτόκιον Ήχος β’

Ώ της αγαθότητος της σής! ώ της υπέρ νούν ευσπλαγχνίας! ώ της πολλής ανοχής, και μακροθυμίας σου, Λόγε προάναρχε! η Παρθένος εκραύγαζεν, ολοφυρομένη, πώς ο ών αθάνατος, θανείν ηγάπησας; μέγα το μυστήριον βλέπω, όμως προσκυνώ σου τα Πάθη, άπερ εκουσίως καθυπέμεινας.

Θεοτόκιον Ήχος γ’

Μεγάλη του Σταυρού σου Κύριε

Ορώσα τον εκ σού τεχθέντα Παναμώμητε, κρεμάμενον εν ξύλω, ηλάλαζες βοώσα. Ποθεινότατόν μου Τέκνον, πού σου έδυ το κάλλος το φωσφόρον, του καλλωπίσαντος, των ανθρώπων το γένος;

Θεοτόκιον Ήχος δ’

Ιδών σέ ο ήλιος, και η σελήνη φιλάνθρωπε, επί ξύλου κρεμάμενον, ακτίνας απέκρυψαν, της δικαιοσύνης, Ήλιε Χριστέ μου, και τα θεμέλια της γής, διεδονήθη φόβω του κράτους σου, η Μήτηρ σου τα σπλάγχνα δέ, τιτρωσκομένη εβόα σοί. Ιησού υπεράγαθε, δόξα τη ευσπλαγχνία σου.

Θεοτόκιον Ήχος πλ. α’

Όλην αναλαβών την εμήν, μορφήν ο πλάστης και Θεός ενεδύσατο, μορφώσαι την πρίν πεσούσαν μορφήν Αδάμ βουληθείς, εν Σταυρώ υψώθη, ως υπεύθυνος, εκών και τας χείρας, προσηλωθείς νυν ιάσατο, τας πρίν τω ξύλω, παρειμένας της βρώσεως, όν η Πάναγνος, θεωρούσα ηλάλαζε. Τίς εστιν η τοσαύτη σου, Υιέ μου ανείκαστος, μακροθυμία; ου φέρω, επί Σταυρού αναρτώμενον, οράν σέ τον πάντα, τη δρακί διακρατούντα, Χριστέ τα σύμπαντα.

Θεοτόκιον Ήχος πλ. β’

Τριήμερος ανέστης Χριστέ

Ορώσά σε η Πάναγνος, εν ξύλω καθηλούμενον, ανεβόα. Ώ Υιέ μου και Θεέ, τί το παράδοξόν σου, και άκουσμα το ξένον, ο υπομένεις διά οίκτον πολύν;

Θεοτόκιον Ήχος Βαρύς

Ρήματα εν τω τόκω σου Τέκνον, διών χαροποιά πρώην ήκουον, προσεδόκων, χαράς εμπλησθήναι, και χαροποι ήσαι, ψυχάς τεθλιμμένας, ταύτα δέ πρός λύπην μετετράπη, τη σταυρώσει σου εναργώς τα πράγματα, η λύπη γαρ τήκει με, και θανείν προήρημαι, πληρούσης της λύπης την καρδίαν μου.

Θεοτόκιον Ήχος πλ. δ’

Πάναγνος ως είδέ σε, Σταυρώ κρεμάμενον εθελουσίως, κατανοούσά σου την δυναστείαν, λύπη συνείχετο Χριστέ, και οδυρομένη ανεβόα σοί. Τέκνον μή μέ λίπης τήν τεκούσάν σε, δός μοί λόγον Υιέ μου, μή μέ σιγών παρέλθης, Λόγε Θεού την δούλην σου.

Απόστικα του Εσπερινού

Θεοτόκιον Ήχος α’

Πανεύφημοι Μάρτυρες

Τήν γεύσιν την πάλαι του Αδάμ, την πικράν εγλύκανας, χολήν και όξος γευσάμενος, τέκνον γλυκύτατον, υψωθείς εν ξύλω, ως κριτός ο δίκαιος, διό μέ φαρμαχθείσαν τω πάθει σου, γλύκανον Δέσποτα, αναστάς ως παντοδύναμος, η Παρθένος έλεγε δακρύουσα.

Θεοτόκιον Ήχος β’

Ότε εκ του ξύλου σέ νεκρόν

Βότρυν τον παμπέπειρον Αγνή, όν αγεωργήτως εν μήτρα εκυοφόρησας, ξύλω ως εώρακας, τούτον κρεμάμενον, θρηνωδούσα ηλάλαζες, και έκραζες. Τέκνον, γλεύκος εναπόσταξον, όπως η μέθη αρθή, πάσα των παθών Ευεργέτα, δι’ εμού της σέ τετοκυϊας, σού την ευσπλαγχνίαν ενδεικνύμενος.

Θεοτόκιον Ήχος γ’

Ο κόσμος ηλεήθη Λόγε τη Σταυρώσει σου, η κτίσις εφωτίσθη, τα έθνη σωτηρίαν εύρον Δέσποτα, η Πάναγνος εβόα, εγώ δέ νυν τέτρωμαι, καθορώσά σου το εκούσιον πάθος.

Θεοτόκιον Ήχος δ’

Ο εξ Υψίστου κληθείς

Μή εποδύρου μου Μήτερ καθορώσα, εν ξύλω κρεμάμενον, τον σόν Υιόν και Θεόν, τον εφ’ υδάτων κρεμάσαντα, την γήν ασχέτως, και πάσαν κτίσιν δημιουργήσαντα, και γαρ αναστήσομαι, και δοξασθήσομαι, και τα του Άδου βασίλεια, συντρίψω σθένει, και αφανίσω τούτου την δύναμιν, και τους δεσμίους εκλυτρώσομαι, της αυτού κακουργίας ως εύσπλαγχνος, και Πατρί τω ιδίω, προσαγάγω ως φιλάνθρωπος.

  Άξιον εστίν

Θεοτόκιον Ήχος πλ. α’

Χαίροις ασκητικών

Λόγχη σου την πλευράν ώ Υιέ, Ορυττομένην καθορώσα τιτρώσκομαι, της λύπης δεινή ρομφαία, και στεναγμόν εκ ψυχής, προϊέναι όλως ου δεδύνημαι, η Πάναγνος έλεγε, παρεστώσα τω πάθει σου, και την σφαγήν σου, καθορώσα την άδικον, ανεξίκακε, υπεράγαθε Κύριε, πού μοί τα ευαγγέλια, βοώσα σύν δάκρυσι, πού ο το Χαίρέ μοί λέξας; πού η λοχεία η άφραστος; πού Πέτρος ο φίλος; αλλά δόξα τη αφάτω μακροθυμία σου.

Θεοτόκιον Ήχος πλ. β’

Τριήμερος ανέστης Χριστέ

Παρίστατο τω ξύλω ποτέ, καιρώ τω της σταυρώσεως, η Παρθένος, σύν παρθένω μαθητή, και κλαίουσα εβόα. Οίμοι πώς πάσχεις πάντων, Χριστέ υπάρχων η απάθεια!

Θεοτόκιον Ήχος Βαρύς

Σήμερον γρηγορεί ο Ιούδας

Τέτρωμαι τη ρομφαία της λύπης, εν Σταυρώ καθορώσά σε, τον επί υδάτων την γήν στερεούντα, και καθάπερ δέρριν εκτείναντα πόλον, βλέπω γαρ γυμνόν κατεσφαγμένον σέ κρεμάμενον, και θανείν Υιέ μου νύν, αιρούμαι παμφίλτατε, φρίξον γή και σείσθητι, έλεγεν η Πάναγνος δακρύουσα.

Θεοτόκιον Ήχος πλ. δ’

Οι Μάρτυρές σου Κύριε

Ορώσά σε σταυρούμενον, και θανατούμενον η Θεοτόκος, Οίμοι! εκραύγαζε, πώς τας οδύνας φέρεις, γλυκύτατε Υιέ; βάλλει την καρδίαν μου η λόγχη σου, φλέγει δέ τα σπλάγχνα μου το πάθος σου, όμως υμνολογώ σε, θέλων γαρ ταύτα πάσχεις, σώσαι τον άνθρωπον.

Εις τό, Θεός Κύριος

Θεοτόκιον Ήχος α’

Οι την σήν προστασίαν, κεκτημένοι Άχραντε, και ταίς σαίς ικεσίαις, των δεινών εκλυτρούμενοι, τω Σταυρώ του Υιού σου, εν παντί φρουρούμενοι, κατά χρέος σέ πάντες, ευσεβώς μεγαλύνομεν.

Θεοτόκιον Ήχος β’

Υπερδεδοξασμένη υπάρχεις, Θεοτόκε Παρθένε, υμνούμέν σε, διά γαρ του Σταυρού του Υιού σου, κατεβλήθη ο άδης, και ο θάνατος τέθνηκε, νεκρωθέντες ανέστημεν, και ζωής ηξιώθημεν, τον Παράδεισον ελάβομεν, την αρχαίαν απόλαυσιν, Διό ευχαριστούντες δοξολογούμεν, ως κραταιόν Χριστόν τον Θεόν ημών, και μόνον πολυέλεον.

Θεοτόκιον Ήχος γ’

Ράβδον δυνάμεως κεκτημένοι, τον Σταυρόν του Υιού σου Θεοτόκε, εν αυτώ καταβάλλομεν, των εχθρών τα φρυάγματα, οι πόθω σέ απαύστως μεγαλύνοντες.

Θεοτόκιον Ήχος δ’

Παρθένε πανάμωμε, Μήτηρ Χριστού του Θεού, ρομφαία δι’ ήλθέ σου, την παναγίαν ψυχήν, ηνίκα σταυρούμενον, έβλεψας εκουσίως, τον Υιόν και Θεόν σου, όν πέρ ευλογημένη, δυσωπούσα μή παύση, συγχώρησιν πταισμάτων, ημίν δωρήσασθαι.

Θεοτόκιον Ήχος πλ. α’

Τώ Σταυρώ του Υιού σου Θεοχατρίτωτε, των ειδώλων η πλάνη, πάσα κατήργηται, και των δαιμόνων η ισχύς, καταπεπάτηται, διά τούτο οι πιστοί, κατά χρέος σέ αεί, υμνούμεν και ευλογούμεν, και Θεοτόκον κυρίως, ομολογούντες μεγαλύνομεν.

Θεοτόκιον Ήχος πλ. β’

Θεοτόκε Παρθένε, ικέτευε τον Υιόν σου, τον εκουσίως προσπαγέντα εν Σταυρώ, και τον κόσμον εκ πλάνης ελευθερώσαντα, Χριστόν τον Θεόν ημών, του ελεήσαι τάς ψυχάς ημών.

Θεοτόκιον Ήχος Βαρύς

Τόν σταυρωθέντα υπέρ ημών, Χριστόν τον Θεόν, και καθελόντα του θανάτου το κράτος, απαύστως ικέτευε, Θεοτόκε Παρθένε, ίνα σώση τας ψυχάς ημών.

Θεοτόκιον Ήχος πλ. δ’

Τόν αμνόν και ποιμένα, και Σωτήρα του κόσμου, εν τω Σταυρώ θεωρούσα, η Τεκούσα, έλεγε δακρύουσα, ο μέν κόσμος αγάλλεται, δεχόμενος την λύτρωσιν, τα δέ σπλάγχνα μου φλέγονται, ορώσης σου την σταύρωσιν, ήν υπέρ πάντων υπομένεις, ο Υιός και Θεός μου.

Εις το τέλος του Όρθρου

Θεοτόκιον Ήχος α’

Άχραντε Θεοτόκε, η εν ουρανοίς, και επί γής δοξολογουμένη, χαίρε Νύμφη ανύμφευτε.

Θεοτόκιον Ήχος β’

Σέ μεγαλύνομεν Θεοτόκε βοώντες, Χαίρε η ράβδος, εξ ής ασπόρως Θεός βλαστήσας, ανείλεν εν ξύλω τον θάνατον.

Θεοτόκιον Ήχος γ’

Καταφυγή και δύναμις ημών θεοτόκε, η κραταιά βοήθεια του κόσμου, ταίς πρεσβείαις σου σκέπε τους δούλους σου, από πάσης ανάγκης, μόνη Ευλογημένη.

Θεοτόκιον Ήχος δ’

Σέ μεγαλύνομεν Θεοτόκε, βοώντες, συ εί το όρος, εξ ού αρρήτως ετμήθη λίθος, και πύλας του άδου συνέτριψε.

Θεοτόκιον Ήχος πλ. α’

Ο εκ Παρθένου, ανατείλας τω κόσμω, Χριστέ ο Θεός, υιούς φωτός δι’ αυτής αναδείξας, ελέησον ημάς.

Θεοτόκιον Ήχος πλ. β’

Τόν πρό αιώνων εκ Πατρός, άνευ Μητρός γεννηθέντα, Υιόν και Λόγον του Θεού, επ’ εσχάτων των χρόνων, εκύησας σεσαρκωμένον, εξ αγνών αιμάτων σου, Θεοκυήτορ άνευ ανδρός, όν αίτησαι δωρήσασθαι ημίν, αμαρτιών άφεσιν πρό του τέλους.

Θεοτόκιον Ήχος Βαρύς

Λύτρωσαι Θεοτόκε, των συνεχουσών ημάς αμαρτιών, ότι άλλην ελπίδα, οι πιστοί ουκ έχομεν, ειμή σέ, και τον εκ σού τεχθέντα Θεόν.

Θεοτόκιον Ήχος πλ. δ’

Ο καρπός της κοιλίας σου Άχραντε, των Προφητών υπάρχει, και του νόμου το πλήρωμα, διό σέ Θεοτόκον, εν επιγνώσει δοξάζοντες, ευσεβώς μεγαλύνομεν.

Σάββατο

Στιχηρά του Εσπερινού

Θεοτόκιον Ήχος α’

Τήν παγκόσμιον δόξαν, την εξ ανθρώπων σπαρείσαν, και τον Δεσπότην τεκούσαν, την επουράνιον πύλην, υμνήσωμεν Μαρίαν την παρθένον, των Ασωμάτων το άσμα, και των πιστών το εγκαλλώπισμα. Αύτη γαρ ανεδείχθη ουρανός, και ναός της θεότητος. Αύτη το μεσότοιχον της έχθρας καθελούσα, ειρήνην αντεισήξε, και το βασίλειον ηνέωξε. Ταύτην ούν κατέχοντες, της πίστεως την άγκυραν, υπέρμαχον έχομεν, τον εξ αυτής τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαός του Θεού, και γάρ αυτός πολεμήσει τους εχθρούς, ως παντοδύναμος.

Θεοτόκιον Ήχος β’

Παρήλθεν η σκιά του νόμου, της χάριτος ελθούσης, ως γαρ η βάτος ουκ εκαίετο καταφλεγομένη, ούτω Παρθένος έτεκες, και Παρθένος έμεινας, αντί στύλου πυρός, δικαιοσύνης ανέτειλεν Ήλιος, αντί Μωϋσέως Χριστός, η σωτηρία των ψυχών ημών.

Θεοτόκιον Ήχος γ’

Πώς μή θαυμάσωμεν, τον θεανδρικόν σου τόκον Πανσεβάσμιε;πείραν γαρ ανδρός, μή δεξαμένη Πανάμωμε, έτεκες απάτορα, Υιόν εν σαρκί, τον πρό αιώνων εκ Πατρός, γεννηθέντα αμήτορα, μηδαμώς υπομείναντα τροπήν, ή φυρμόν, ή διαίρεσιν, αλλ’ εκατέρας ουσίας την ιδιότητα, σώαν φυλάξαντα. Διό Μητροπάρθενε Δέσποινα, αυτόν ικέτευε σωθήναι, τας ψυχάς των ορθοδόξως, Θεοτόκον ομολογούντων σε.

Θεοτόκιον Ήχος δ’

Ο διά σέ θεοπάτωρ Προφήτης Δαυϊδ, μελωδικώς περί σού προανεφώνησε, τω μεγαλείά σοι ποιήσαντι. Παρέστη η βασίλισσα εκ δεξιών σου. Σέ γαρ Μητέρα πρόξενον ζωής ανέδειξεν, ο απάτωρ εκ σού ενανθρωπήσαι ευδοκήσας Θεός, ίνα την εαυτού αναπλάση εικόνα, φθαρείσαν τοίς πάθεσι, και το πλανηθέν, ορειάλωτον ευρών πρόβατον, τοίς ώμοις αναλαβών, τω Πατρί προσαγάγη, και τω ιδίω θελήματι, ταίς ουρανίαις συνάψη Δυνάμεσι, και σώση Θεοτόκε τον κόσμον Χριστός, ο έχων το μέγα, και πλούσιον έλεος.

Θεοτόκιον Ήχος πλ. α’

Εν τη Ερυθρά θαλάσση, της απειρογάμου Νύμφης, εικών διεγράφη ποτέ. Εκεί Μωϋσής διαιρέτης του ύδατος, ενθάδε Γαβριήλ υπηρέτης του θαύματος, τότε τον βυθόν επέζευσεν αβρόχως Ισραήλ, νυν δέ τον Χριστόν εγέννησεν ασπόρως η Παρθένος, η θάλασσα μετά την πάροδον του Ισραήλ, έμεινεν άβατος, η Άμεμπτος μετά την κύησιν του Εμμανουήλ, έμεινεν άφθορος, ο ών και προών, και φανείς ως άνθρωπος, Θεός ελέησον ημάς.

Θεοτόκιον Ήχος πλ. β’

Τίς μή μακαρίσει σε, παναγία Παρθένε; τίς μή ανυμνήσει σου, τον αλόχευτον τόκον, ο γαρ αχρόνως εκ, Πατρός, εκλάμψας Υιός μονογενής, ο αυτός εκ σού της Αγνής προήλθεν, αφράστως σαρκωθείς, φύσει Θεός υπάρχων, και φύσει γενόμενος άνθρωπος δι’ ημάς, ουκ εις δυάδα προσώπων τεμνόμενος, αλλ’ εν δυάδι φύσεων, ασυγχύτως γνωριζόμενος. Αυτόν ικέτευε σεμνή Παμμακάριστε, ελεηθήναι τας ψυχάς ημών.

Θεοτόκιον Ήχος Βαρύς

Μήτηρ μέν εγνώσθης, υπέρ φύσιν Θεοτόκε, έμεινας δέ Παρθένος, υπέρ λόγον και έννοιαν, και το θαύμα του τόκου σου, ερμηνεύσαι γλώσσα ου δύναται, παραδόξου γαρ ούσης της συλλήψεως Αγνή, ακατάληπτός εστιν ο τρόπος της κυήσεως, όπου γαρ βούλεται Θεός, νικάται φύσεως τάξις. Διό σε πάντες Μητέρα του Θεού γινώσκοντες, δεόμεθά σου εκτενώς, πρέσβευε, του σωθήναι τας ψυχάς ημών.

Θεοτόκιον Ήχος πλ. δ’

Ο Βασιλεύς των ουρανών, διά φιλανθρωπίαν, επί της γής ώφθη, και τοίς ανθρώποις συνανεστράφη, εκ Παρθένου γαρ αγνής, σάρκα προσλαβόμενος, και εκ ταύτης προελθών, μετά της προσλήψεως, είς εστιν Υιός, διπλούς την φύσιν, αλλ’ ου την υπόστασιν, διό τέλειον αυτόν Θεόν, και τέλειον άνθρωπον, αληθώς κηρύττοντες, ομολογούμεν Χριστόν τον Θεόν ημών, όν ικέτευε, Μήτερ ανύμφευτε, ελεηθήναι τας ψυχάς ημών.

Απόστικα του Εσπερινού

Θεοτόκιον Ήχος α’

Χαίροις παρ’ ημών αγία Θεοτόκε Παρθένε, το σεπτόν κειμήλιοναπάσης της οικουμένης, η λαμπάς η άσβεστος, το χωρίον του αχωρήτου, ο ναός ο ακατάλυτος. Χαίροις εξ ης Αμνός ετέχθη, ο αίρων την αμαρτίαν του κόσμου.

Θεοτόκιον Ήχος β’

Τήν πάσαν ελπίδα μου, εις σέ ανατίθημι, Μήτηρ του φωτός, φύλαξόν με υπό την σκέπην σου.

Θεοτόκιον Ήχος γ’

Εν γυναιξίν αγία Θεοτόκε, Μήτηρ ανύμφευτε, πρέσβευε όν έτεκες, Βασιλέα και Θεόν, ίνα σώση ημάς ως φιλάνθρωπος.

Θεοτόκιον Ήχος δ’

Έχοντές σέ Θεοτόκε, ελπίδα και προστασίαν, εχθρών επιβουλάς ου πτοούμεθα, ότι σώζεις τας ψυχάς ημών.

Θεοτόκιον Ήχος πλ. α’

Σέ δυσωπούμεν, ως Θεού Μητέρα. Ευλογημένη, πρέσβευε σωθήναι ημάς.

Θεοτόκιον Ήχος πλ. β’

Πρεσβείαις της Τεκούσης σε, Χριστέ και των Μαρτύρων σου, Αποστόλων Προφητών Ιεραρχών, οσίων και Δικαίων, και πάντων των Αγίων, τους κοιμηθέντας δούλους σου ανάπαυσον.

Θεοτόκιον Ήχος Βαρύς

Όρος θείον άγιον, είδέ σε ο Δανιήλ, και Ησαϊας δέ ο σοφός, Μητέρα Θεού εκήρυξέ σε Σεμνή, Θεόν εν σαρκί χωρήσασαν, τον Αδάμ πλαστουργήσαντα, όν τα Χερουβείμ ετρόμαξαν σαρκούμενον, υμνούντα και δοξάζοντα, ασιγήτω τρισαγία φωνή, αλλά τούτον αίτησαι, σωθήναι τας ψυχάς ημών.

Θεοτόκιον Ήχος πλ. δ’

Αγνή Παρθένε, του Λόγου πύλη, του Θεού ημών Μήτηρ, ικέτευε σωθήναι ημάς.

Εις τό, Θεός Κύριος

Θεοτόκιον Ήχος α’

Τού Γαβριήλ φθεγξαμένου, σοι Παρθένε το Χαίρε, σύν τη φωνή εσαρκούτο, ο των όλων Δεσπότης, εν σοι τη αγία κιβωτώ, ως έφη ο δίκαιος Δαυϊδ, Εδείχθης πλατυτέρα των ουρανών, βαστάσασα τον Κτίστην σου, Δόξα τω ενοικήσαντι εν σοί, δόξα τω προελθόντι εκ σού, δόξα τω ελευθερώσαντι ημάς, διά του τόκου σου.

Θεοτόκιον Ήχος β’

Πάντα υπέρ έννοιαν, πάντα υπερένδοξα, τα σα Θεοτόκε μυστήρια, τη αγνεία εσφραγισμένη, και παρθενία φυλαττομένη, Μήτηρ εγνώσθης αψευδής, Θεόν τεκούσα αληθινόν. Αυτόν ικέτευε, σωθήναι τας ψυχάς ημών.

Θεοτόκιον Ήχος γ’

Σέ την μεσιτεύσασαν την σωτηρίαν, του γένους ημών, ανυμνούμεν Θεοτόκε Παρθένε, εν τη σαρκί γαρ τη εκ σού προσληφθείση, ο Υιός σου και Θεός ημών, το διά Σταυρού καταδεξάμενος πάθος, ελυτρώσατο ημάς, εκ φθοράς ως Φιλάνθρωπος.

Θεοτόκιον Ήχος δ’

Τό απ’ αιώνος απόκρυφον, και Αγγέλοις άγνωστον Μυστήριον, διά σού Θεοτόκε, τοίς επί γής πεφανέρωται, Θεός εν ασυγχύτω, ενώσει σαρκούμενος, και Σταυρόν εκουσίως, υπέρ ημών καταδεξάμενος, δι’ ού αναστήσας τον πρωτόπλαστον, έσωσεν εκ θανάτου τας ψυχάς ημών.

Θεοτόκιον Ήχος πλ. α’

Χαίρε πύλη Κυρίου η αδιόδευτος, τρεχόντων εις σέ, χαίρε αχείμαστε λιμήν, και απειρόγαμε, η τεκούσα εν σαρκί, τον Ποιητήν σου και Θεόν, των πρεσβεύουσα μή ελλείπης, υπέρ των ανυμνούντων, και προσκυνούντων τον τόκον σου.

Θεοτόκιον Ήχος πλ. β’

Προϊστορεί ο Γεδεών, την σύλληψιν, και ερμηνεύει ο Δαυϊδ, τον τόκον σου Θεοτόκε, κατέβη γαρ ως υετός επί πόκον, ο Λόγος εν τη γαστρί σου, και εβλάστησας άνευ σποράς, γή αγία, του κόσμου την σωτηρίαν, Χριστόν τον Θεόν, η Κεχαριτωμένη.

Θεοτόκιον Ήχος Βαρύς

Ως της ημών αναστάσεως θησαύρισμα, τους επί σοι πεποιθότας Πανύμνητε, εκ λάκκου και βυθού πταισμάτων ανάγαγε, συ γαρ τους υπευθύνους τη αμαρτία, έσωσας τεκούσα την σωτηρίαν, η πρό τόκου Παρθένος, και εν τόκω Παρθένος, και μετά τόκον πάλιν ούσα Παρθένος.

Θεοτόκιον Ήχος πλ. δ’

Ο δι’ ημάς γεννηθείς εκ Παρθένου, και σταύρωσιν υπομείνας αγαθέ, ο θανάτω τον θάνατον σκυλεύσας, και έγερσιν δείξας ως Θεός, μή παρίδης ούς έπλασας τη χειρί σου, δείξον την φιλανθρωπίαν σου Ελεήμον, δέξαι την Τεκούσάν σε Θεοτόκον, πρεσβεύουσαν υπέρ ημών, και σώσον Σωτήρ ημών, λαόν απεγνωσμένον.

Εις το τέλος του Όρθρου

Θεοτόκιον Ήχος α’

Τόν αμήτορα εν ουρανώ, υπέρ έννοιαν και ακοήν, επί γής απάτορα έτεκες, Αυτόν Θεοτόκε ικέτευε, υπέρ των ψυχών ημών.

Θεοτόκιον Ήχος β’

Μήτηρ αγία, η του αφράστου φωτός, αγγελικοίς σέ ύμνοις τιμώντες, ευσεβώς μεγαλύνομεν.

Εάν δέ τύχη Αλληλούϊα, έν οιωδήποτε

Ήχω, λέγονται ταύτα. Ήχος β’

Απόστολοι, Μάρτυρες και Προφήται Ιεράρχαι, Όσιοι, και Δίκαιοι, οι καλώς τον αγώνα τελέσαντες, και την Πίστιν τηρήσαντες, παρρησίαν έχοντες, πρός τον Σωτήρα, υπέρ ημών αυτόν ως αγαθόν, Θεόν ικετεύσατε σωθήναι, δεόμεθα τας ψυχάς ημών.

Δόξα… Νεκρώσιμον

Μνήσθητι Κύριε, ως Αγαθός των δούλων σου, και όσα εν βίω ήμαρτον, συγχώρησον, ουδείς γαρ αναμάρτητος, ει μή συ ο δυνάμενος, και τοίς μεταστάσι, δούναι τήν ανάπαυσιν.

Καί νύν… Θεοτόκιον

Μήτηρ αγία, η του αφράστου Φωτός, αγγελικοίς σέ ύμνοις τιμώντες, ευσεβώς μεγαλύνομεν.

Θεοτόκιον Ήχος γ’

Προφήται προεκήρυξαν, Απόστολοι εδίδαξαν, Μάρτυρες ωμολόγησαν, και ημείς επιστεύσαμεν, Θεοτόκον σέ κυρίως υπάρχουσαν, διό και μεγαλύνομεν, τον τόκον σου τον άφραστον.

Θεοτόκιον Ήχος δ’

Σέ μεγαλύνομεν Θεοτόκε, βοώντες, συ εί η βάτος, εν ή αφλέκτως Μωσής, κατείδεν ως φλόγα, το πύρ της θεότητος.

Θεοτόκιον Ήχος πλ. α’

Ο εκ Παρθένου, ανατείλας τω κόσμω, Χριστέ ο Θεός, υιούς φωτός δι’ αυτής αναδείξας, ελέησον ημάς.

Θεοτόκιον Ήχος πλ. β’

Τόν πρό αιώνων εκ Πατρός, άνευ Μητρός γεννηθέντα, Υιόν και Λόγον του Θεού, επ’ εσχάτων των χρόνων, εκύησας σεσαρκωμένον, εξ αγνών αιμάτων σου, Θεοκυήτορ άνευ ανδρός, όν αίτησαι δωρήσασθαι ημίν, αμαρτιών άφεσιν πρό του τέλους.

Θεοτόκιον Ήχος Βαρύς

Χαίρε, η τον αχώρητον εν ουρανοίς, χωρήσασα εν μήτρα σου, χαίρε Παρθένε, των Προφητών το κήρυγμα, εξ ής έλαμψεν ο Εμμανουήλ, χαίρε Μήτηρ Χριστού του Θεού.

Θεοτόκιον Ήχος πλ. δ’

Παρθένε άχραντε, σώσον ημάς ταίς πρεσβείαις σου, κινούσα σπλάγχνα μητρικά, τω Υιώ σου και Θεώ ημών.

Το άρθρο εκφράζει και αντανακλά τις προσωπικές θέσεις και απόψεις του συγγραφέα και αποτελεί έργο προσωπικής του έρευνας και εργασίας. Έχει γίνει προσπάθεια να σας παρέχει αντικειμενική πληροφόρηση, αλλά σε θέματα υγείας, διατροφής και όχι μόνο, πάντοτε πρέπει να ζητάμε τη συμβουλή ενός ειδικού.