Χαιρετισμοί της Παναγίας Θεοτόκου – Ακάθιστος Ύμνος

Ο Ακάθιστος Ύμνος της Παναγίας

Share

Για τους Χαιρετισμούς στην Κοίμηση της Θεοτόκου κάντε κλικ εδώ.

Για τον Ακάθιστο Ύμνο (σε πολυτονικό) κάντε κλικ εδώ.

Λίγα λόγια για τους Χαιρετισμούς

Ακάθιστος Ύμνος και Βυζάντιο

Όταν ο Αυτοκράτορας Ηράκλειος (610-641) έκανε εκστρατεία εναντίον των Περσών, οι Άβαροι επιτέθηκαν στην Κωνσταντινούπολη. Η πολιορκία της Πόλης ξεκίνησε στις 31 Ιουλίου 626μΧ και σε αυτήν συμμετείχαν Άβαροι και Πέρσες. Την Πέμπτη 7 Αυγούστου οι πολιορκητές συγκεντρώθηκαν έξω από τα τείχη, κοντά στο Ναό της Παναγίας των Βλαχερνών. Ο Πατριάρχης Σέργιος ανέβηκε στα τείχη κι έκανε δέηση κρατώντας την αχειροποίητη εικόνα της Παναγίας. Με συντονισμένες κινήσεις οι υπερασπιστές της Πόλης κατάφεραν να βυθίσουν το σύνολο του εχθρικού στόλου. Την επόμενη μέρα ο Χαγάνος αποφάσισε τη λύση της πολιορκίας.

Όλοι ένιωσαν την προστασία της Παναγίας και για να την ευχαριστήσουν συγκεντρώθηκαν στην Παναγία των Βλαχερνών και έψαλλαν τους Χαιρετισμούς όρθιοι – εξού και ο όρος Ακάθιστος Ύμνος.

Η Παναγία και οι Χαιρετισμοί

Η Παναγία μας έχει πει πολλές φορές σε διάφορους Αγίους ότι τις αρέσουν οι Χαιρετισμοί και προτρέπει τους πιστούς να τους διαβάζουν στην προσευχή τους.

Επειδή μου αρέσουν υπερβαλλόντως οι ωραίοι Ύμνοι των 24 Οίκων, θα αγαπώ, θα προστατεύω, θα σκέπω, και θα φυλάττω από παν κακόν πάν Χριστιανόν, όστις θα με χαιρετίζει μια φορά την ημέρα με αυτούς τους ύμνους και θα ζει σύμφωνα με τον νόμο του Θεού.
Κατά δε την τελευταίαν ημέραν της ζωής αυτού θα τον υπερασπιστώ και ενώπιον του Υιού μου.

Χαιρετισμοί της Παναγίας Θεοτόκου – Ακάθιστος Ύμνος (μονοτονικό)

Το προσταχθέν μυστικώς λαβών έν γνώσει, εν τή σκηνή του Ιωσήφ σπουδή επέστη, ο Ασώματος λέγων τή Απειρογάμω· Ο κλίνας τή καταβάσει τους ουρανούς, χωρείται αναλλοιώτως όλος εν σοι· Ον καί βλέπων εν μήτρα Σου, λαβόντα δούλου μορφήν, εξίσταμαι κραυγάζειν Σοι·
Χαίρε, Νύμφη Ανύμφευτε.

Τη υπερμάχω στρατηγώ τα νικητήρια,
Ως λυτρωθείσα των δεινών ευχαριστήρια.
Αναγράφω Σοι η πόλις Σου, Θεοτόκε.
Αλλ’ ως έχουσα το κράτος απροσμάχητον,
Εκ παντίων μέ κινδύνων ελευθέρωσον
ίνα κράζω Σοι·
Χαίρε, Νύμφη Ανύμφευτε.

Άγγελος πρωτοστάτης, ουρανόθεν επέμφθη, ειπείν τή Θεοτόκω το χαίρε· (τρις)
και συν τή ασωμάτω φωνή, σωματούμενόν Σε θεωρών, Κύριε, εξίστατο, καί ίστατο, κραυγάζων πρός Αυτήν τοιαύτα·
Χαίρε, δι’ ης η χαρά εκλάμψει·
χαίρε, δι’ ης η αρά εκλείψει.
Χαίρε, του πεσόντος Αδάμ η ανάκλησις·
χαίρε, των δακρύων της Εύας η λύτρωσις.
Χαίρε, ύψος δυσανάβατον ανθρωπίνοις λογισμοίς·
χαίρε, βάθος δυσθεώρητον καί Αγγέλων οφθαλμοίς.
Χαίρε, ότι υπάρχεις Βασιλέως καθέδρα·
χαίρε, ότι βαστάζεις τόν βαστάζοντα πάντα.
Χαίρε, αστήρ εμφαίνων τον Ήλιον·
χαίρε, γαστήρ ενθέου σαρκώσεως.
Χαίρε, δι’ ης νεουργείται η κτίσις·
χαίρε, δι’ ής βρεφουργείται ο Κτίστης.
Χαίρε, Νύμφη Ανύμφευτε.

Βλέπουσα η Αγία, εαυτήν εν αγνεία, φησί τω Γαβριήλ θαρσαλέως·
το παράδοξόν Σου της φωνής, δυσπαράδεκτόν μου τή ψυχή φαίνεται·
ασπόρου γαρ συλλήψεως την κύησιν πώς λέγεις; κράζων·
Αλληλούϊα.

Γνώσιν άγνωστον γνώναι η Παρθένος ζητούσα εβόησε πρός τόν λειτουργούντα·
Εκ λαγόνων αγνών Υιόν, πώς εστι τεχθήναι δυνατόν; λέξον μοι.
Προς Ήν εκείνος έφησεν εν φόβω, πλην κραυγάζων ούτω·
Χαίρε, βουλής απορρήτου μύστις·
χαίρε, σιγής δεομένων πίστις.
Χαίρε, των θαυμάτων Χριστού το προοίμιον·
χαίρε, των δογμάτων Αυτού το κεφάλαιον.
Χαίρε, κλίμαξ επουράνιε, δι’ ής κατέβη ο Θεός·
χαίρε, γέφυρα μετάγουσα τους εκ γης πρός ουρανόν.
Χαίρε, το των Αγγέλων πολυθρύλητον θαύμα·
χαίρε, το των δαιμόνων πολυθρήνητον τραύμα.
Χαίρε, το φώς αρρήτως γεννήσασα·
χαίρε, το πως μηδένα διδάξασα.
Χαίρε, σοφών υπερβαίνουσα γνώσιν·
χαίρε, πιστών καταυγάζουσα φρένας.
Χαίρε, Νύμφη Ανύμφευτε.

Δύναμις του Υψίστου, επεσκίασε τότε, πρός σύλληψιν τή Απειρογάμω·
και την εύκαρπον ταύτης νηδύν, ως αγρόν υπέδειξεν ηδύν άπασι, τοις θέλουσι θερίζειν σωτηρίαν, εν τω ψάλλειν ούτως·
Αλληλούϊα.

Έχουσα θεοδόχον, η Παρθένος την μήτραν, ανέδραμε προς την Ελισάβετ· το δε βρέφος εκείνης, ευθύς επιγνόν τόν ταύτης ασπασμόν, έχαιρε·
και άλμασιν ως άσμασιν εβόα προς την Θεοτόκον·
Χαίρε, βλαστού αμαράντου κλήμα·
χαίρε, καρπού ακηράτου κτήμα.
Χαίρε, γεωργόν γεωργούσα φιλάνθρωπον·
χαίρε, φυτουργόν της ζωής ημών φύουσα.
Χαίρε, άρουρα βλαστάνουσα ευφορίαν οικτιρμών·
χαίρε, τράπεζα βαστάζουσα ευθηνίαν ιλασμών.
Χαίρε, ότι λειμώνα της τρυφής αναθάλλεις·
χαίρε, ότι λιμένα των ψυχών ετοιμάζεις.
Χαίρε, δεκτόν πρεσβείας θυμίαμα·
χαίρε, παντός του κόσμου εξίλασμα.
Χαίρε, Θεού πρός θνητούς ευδοκία·
χαίρε, θνητών προς Θεόν παρρησία.
Χαίρε, Νύμφη Ανύμφευτε.

Ζάλην ένδοθεν έχων, λογισμών αμφιβόλων, ο σώφρων Ιωσήφ εταράχθη, προς την άγαμόν Σε θεωρών, και κλεψίγαμον υπονοών, Άμεμπτε·
μαθών δε Σου την σύλληψιν εκ Πνεύματος Αγίου, έφη·
Αλληλούϊα.

Ήκουσαν οι ποιμένες, των Αγγέλων υμνούντων, την ένσαρκον Χριστού παρουσίαν·
και δραμόντες ως προς ποιμένα, θεωρούσι Τούτον ως αμνόν άμωμον, εν τη γαστρί Μαρίας βοσκηθέντα, ην υμνούντες είπον·
Χαίρε, αμνού και ποιμένος Μήτηρ·
χαίρε, αυλή λογικών προβάτων.
Χαίρε, αοράτων εχθρών αμυντήριον·
χαίρε, Παραδείσου θυρών ανοικτήριον.
Χαίρε, ότι τα ουράνια συναγάλλεται τή γη·
χαίρε, ότι τα επίγεια συγχορεύει ουρανοίς.
Χαίρε, των Αποστόλων το ασίγητον στόμα·
χαίρε, των Αθλοφόρων το ανίκητον θάρσος.
Χαίρε, στερρόν της πίστεως έρεισμα·
χαίρε, λαμπρόν της χάριτος γνώρισμα.
Χαίρε, δι’ ης εγυμνώθη ο Άδης·
χαίρε, δι’ ης ενεδύθημεν δόξαν.
Χαίρε, Νύμφη Ανύμφευτε.

Θεοδρόμον αστέρα, θεωρήσαντες Μάγοι, τη τούτου ηκολούθησαν αίγλη·
και ως λύχνον κρατούντες αυτόν, δι’ αυτού ηρεύνων κραταιόν Άνακτα·
και φθάσαντες τόν άφθαστον, εχάρησαν Αυτώ βοώντες·
Αλληλούϊα.

Ίδον παίδες Χαλδαίων, εν χερσί της Παρθένου, τον πλάσαντα χειρί τους ανθρώπους·
και Δεσπότην νοούντες Αυτόν, ει και δούλου έλαβε μορφήν, έσπευσαν τοις δώροις θεραπεύσαι, και βοήσαι τη ευλογημένη·
Χαίρε, αστέρος αδύτου μήτηρ·
χαίρε, αυγή μυστικής ημέρας.
Χαίρε, της απάτης τήν κάμινον σβέσασα·
χαίρε, της Τριάδος τους μύστας φωτίζουσα.
Χαίρε, τύρρανον απάνθρωπον εκβαλούσα της αρχής·
χαίρε, Κύριον φιλάνθρωπον επιδείξασα Χριστόν.
Χαίρε, η της βαρβάρου λυτρουμένη θρησκείας·
χαίρε, η του βορβόρου ρυομένη των έργων.
Χαίρε, πυρός προσκύνησιν παύσασα·
χαίρε, φλογός παθών απαλλάττουσα.
Χαίρε, πιστών οδηγέ σωφροσύνης·
χαίρε, πασών γενεών ευφροσύνη.
Χαίρε, Νύμφη Ανύμφευτε.

Κήρυκες θεοφόροι, γεγονότες οι Μάγοι, υπέστρεψαν εις τήν Βαβυλώνα·
εκτελέσαντές Σου τον χρησμόν, και κηρύξαντές Σε τον Χριστόν άπασιν, αφέντες τον Ηρώδην, ως ληρώδη, μή ειδότα ψάλλειν·
Αλληλούϊα.

Λάμψας εν τη Αιγύπτω, φωτισμόν αληθείας, εδίωξας του ψεύδους το σκότος·
τα γαρ είδωλα ταύτης, Σωτήρ, μή ενέγκαντά Σου τήν ισχύν, πέπτωκεν·
οι τούτων δε ρυσθέντες, εβόων πρός τήν Θεοτόκον.
Χαίρε, άνόρθωσις των ανθρώπων·
χαίρε, κατάπτωσις των δαιμόνων.
Χαίρε, της απάτης την πλάνην πατήσασα·
χαίρε, των ειδώλων τον δόλον ελέγξασα.
Χαίρε, θάλασσα ποντίσασα Φαραώ τόν νοητόν·
χαίρε, πέτρα η ποτίσασα τους διψώντας την ζώην.
Χαίρε, πύρινε στύλε, οδηγών τους εν σκότει·
χαίρε, σκέπη του κόσμου, πλατυτέρα νεφέλης.
Χαίρε, τροφή του Μάννα διάδοχε·
χαίρε, τρυφής αγίας διάκονε.
Χαίρε, η γή της επαγγελίας·
χαίρε, εξ ης ρέει μέλι καί γάλα.
Χαίρε, Νύμφη Ανύμφευτε.

Μέλλοντος Συμεώνος, του παρόντος αιώνος, μεθίστασθαι του απατεώνος, επεδόθης ως βρέφος αυτώ, αλλ’ εγνώσθης τούτω και Θεός τέλειος·
διόπερ εξεπλάγη Σου τήν άρρητον σοφίαν, κράζων·
Αλληλούϊα.

Νέαν έδειξε κτίσιν, εμφανίσας ο Κτίστης, ημίν τοις υπ’ αυτού γενομένοις·
εξ ασπόρου βλαστήσας γαστρός, και φυλάξας ταύτην, ώσπερ ην, άφθορον·
ίνα το θαύμα βλέποντες, υμνήσωμεν αυτήν, βοώντες·
Χαίρε, το άνθος της αφθαρσίας·
χαίρε, το στέφος της εγκρατείας.
Χαίρε, αναστάσεως τύπον εκλάμπουσα·
χαίρε, των Αγγέλων τον βίον εμφαίνουσα.
Χαίρε, δένδρον αγλαόκαρπον, εξ ου τρέφονται πιστοί·
χαίρε, ξύλον ευσκιόφυλλον, υφ’ ου σκέπονται πολλοί.
Χαίρε, κυοφορούσα οδηγόν πλανωμένοις·
χαίρε, απογεννώσα λυτρωτήν αιχμαλώτοις.
Χαίρε, Κριτού δικαίου δυσώπησις·
χαίρε, πολλών πταιόντων συγχώρησις.
Χαίρε, στολή των γυμνών παρρησίας·
χαίρε, στοργή πάντα πόθον νικώσα.
Χαίρε, Νύμφη Ανύμφευτε.

Ξένον τόκον ιδόντες, ξενωθώμεν του κόσμου, τόν νουν εις ουρανόν μεταθέντες·
διά τούτο γαρ ο υψηλός Θεός, επί γης εφάνη ταπεινός άνθρωπος, βουλόμενος ελκύσαι πρός το ύψος τους Αυτώ βοώντας·
Αλληλούϊα.

Όλος ην εν τοις κάτω, και των άνω ουδόλως απήν ο απερίγραπτος Λόγος·
συγκατάβασις γαρ θεϊκή, ου μετάβασις δε τοπική γέγονε·
και τόκος εκ Παρθένου θεολήπτου, ακουούσης ταύτα·
Χαίρε, Θεού αχωρήτου χώρα·
χαίρε, σεπτού μυστηρίου θύρα.
Χαίρε, των απίστων αμφίβολον άκουσμα·
χαίρε, των πιστών αναμφίβολον καύχημα.
Χαίρε, όχημα πανάγιον του επί των Χερουβίμ·
χαίρε, οίκημα πανάριστον του επί των Σεραφίμ.
Χαίρε, η ταναντία εις ταυτό αγαγούσα·
χαίρε, η παρθενίαν καί λοχείαν ζευγνύσα.
Χαίρε, δι’ ης ελύθη παράβασις·
χαίρε, δι’ ης ηνοίχθη Παράδεισος.
Χαίρε, η κλεις της Χριστού βασιλείας·
χαίρε, ελπίς αγαθών αιωνίων.
Χαίρε, Νύμφη Ανύμφευτε.

Πάσα φύσις Αγγέλων, κατεπλάγη το μέγα της Σης ενανθρωπήσεως έργον·
τόν απρόσιτον γάρ ως Θεόν, εθεώρει πάσι προσιτόν άνθρωπον,
ημίν μεν συνδιάγοντα, ακουόντα δε παρά πάντων ούτως·
Αλληλούϊα.

Ρήτορας πολυφθόγους, ως ιχθύας αφώνους, ορώμεν επί Σοι, Θεοτόκε·
απορούσι γαρ λέγειν το πώς και Παρθένος μένεις, καί τεκείν ίσχυσας·
ημείς δε το Μυστήριον θαυμάζοντες, πιστώς βοώμεν·
Χαίρε, Σοφίας Θεού δοχείον·
χαίρε, προνοίας Αυτού ταμείον.
Χαίρε, φιλοσόφους ασόφους δεικνύουσα·
χαίρε, τεχνολόγους αλόγους ελέγχουσα.
Χαίρε, ότι εμωράνθησαν οι δεινοί συζητηταί·
χαίρε, ότι εμαράνθησαν οι των μύθων ποιηταί.
Χαίρε, των Αθηναίων τας πλοκάς διασπώσα·
χαίρε, των αλιέων τας σαγήνας πληρούσα.
Χαίρε, βυθού αγνοίας εξέλκουσα·
χαίρε, πολλούς εν γνώσει φωτίζουσα.
Χαίρε, ολκάς των θελόντων σωθήναι·
χάιρε, λιμήν των του βίου πλωτήρων.
Χαίρε, Νύμφη Ανύμφευτε.

Σώσαι θέλων τον κόσμον, ο των όλων κοσμήτωρ, πρός τούτον αυτεπάγγελτος ήλθε·
και ποιμήν υπάρχων ως Θεός, δι’ ημάς εφάνη καθ’ ημάς άνθρωπος·
ομοίω γάρ το όμοιον καλέσας, ως Θεός ακούει·
Αλληλούϊα.

Τείχος ει των παρθένων, Θεοτόκε Παρθένε, καί πάντων των εις Σε προστρεχόντων·
ο γαρ του ουρανού καί της γης, κατεσκεύασέ σε Ποιητής Άχραντε, οικήσας εν τη μήτρα Σου, και πάντας Σοι προσφωνείν διδάξας·
Χαίρε, η στήλη της παρθενίας·
χαίρε, η πύλη της σωτηρίας.
Χαίρε, αρχηγέ νοητής αναπλάσεως·
χαίρε, χορηγέ θεϊκής αγαθότητος.
Χαίρε, Συ γαρ ανεγέννησας τους συλληφθέντας αισχρώς·
χαίρε, Συ γαρ ενουθέτησας τους συληθέντας τον νούν.
Χαίρε, η τον φθορέα των φρένων καταργούσα·
χαίρε, η τον σπορέα της αγνείας τεκούσα.
Χαίρε, παστάς ασπόρου νυμφεύσεως·
χαίρε, πιστούς Κυρίω αρμόζουσα.
Χαίρε, καλή κουροτρόφε παρθένων·
χαίρε, ψυχών νυμφοστόλε αγίων.
Χαίρε, Νύμφη Ανύμφευτε.

Ύμνος άπας ηττάται, συνεκτείνεσθαι σπεύδων, τω πλήθει των πολλών οικτιρμών σου·
ισαρίθμους γαρ τή ψάμμω ωδάς, αν προσφέρωμέν Σοι, Βασιλεύ Άγιε, ουδέν τελούμεν άξιον, ων δέδωκας ημίν, τοις Σοι βοώσιν·
Αλληλούϊα.

Φωτοδόχον λαμπάδα, τοις εν σκότει φανείσαν, ορώμεν την Αγίαν Παρθένον·
το γαρ άυλον άπτουσα φως, οδηγεί προς γνώσιν θεϊκήν άπαντας, αυγή τόν νουν φωτίζουσα, κραυγή δε τιμωμένη ταύτα·
Χαίρε, ακτίς νοητού Ηλίου·
χαίρε, βολίς του αδύτου φέγγους.
Χαίρε, αστραπή τας ψυχάς καταλάμπουσα·
χαίρε, ως βροντή τους εχθρούς καταπλήττουσα.
Χαίρε, ότι τόν πολύφωτον ανατέλλεις φωτισμόν·
χαίρε, ότι τον πολύρρυτον αναβλύζεις ποταμόν.
Χαίρε, της κολυμβήθρας ζωγραφούσα τόν τύπον·
χαίρε, της αμαρτίας αναιρούσα τον ρύπον.
Χαίρε, λουτήρ εκπλύνων συνείδησιν·
χαίρε, κρατήρ κιρνών αγαλλίασιν.
Χαίρε, οσμή της Χριστού ευωδίας·
χαίρε, ζωή μυστικής ευωχίας.
Χαίρε, Νύμφη Ανύμφευτε.

Χάριν δούναι θελήσας, οφλημάτων αρχαίων, ο πάντων χρεωλύτης ανθρώπων, επεδήμησε δι’ Εαυτού, πρός τους αποδήμους της Αυτού χάριτος·
καί σχίσας το χειρόγραφον, ακούει παρά πάντων ούτως·
Αλληλούϊα.

Ψάλλοντές Σου τον τόκον, ανυμνούμεν Σε πάντες, ως έμψυχον ναόν Θεοτόκε·
εν τη Ση γαρ οικήσας γαστρί, ο συνέχων πάντα τη χειρί Κύριος ηγίασεν, εδόξασεν, εδίδαξε βοάν Σοι πάντας·
Χαίρε, σκηνή του Θεού καί Λόγου·
χαίρε, Αγία Αγίων μείζων.
Χαίρε, κιβωτέ χρυσωθείσα τω Πνεύματι·
χαίρε, θησαυρέ της ζωής αδαπάνητε.
Χαίρε, τίμιον διάδημα βασιλέων ευσεβών·
χαίρε, καύχημα σεβάσμιον ιερέων ευλαβών.
Χαίρε, της Εκκλησίας ο ασάλευτος πύργος·
χαίρε, της βασιλείας το απόρθητον τείχος.
Χαίρε, δι’ ης εγείρονται τρόπαια·
χαίρε, δι’ ης εχθροί καταπίπτουσι.
Χαίρε, χρωτός του εμού θεραπεία·
χαίρε, ψυχής της εμής σωτηρία.
Χαίρε, Νύμφη Ανύμφευτε.

Ω πανύμνητε Μήτερ, η τεκούσα τον πάντων Αγίων Αγιώτατον Λόγον· (τρις)
δεξαμένη την νυν προσφοράν, από πάσης ρύσαι συμφοράς άπαντας·
και της μελλούσης λύτρωσαι κολάσεως, τους σοι βοώντας·
Αλληλούϊα.

Τη υπερμάχω στρατηγώ τα νικητήρια,
Ως λυτρωθείσα των δεινών ευχαριστήρια.
Αναγράφω Σοι η πόλις Σου, Θεοτόκε.
Αλλ’ ως έχουσα το κράτος απροσμάχητον,
Εκ παντίων μέ κινδύνων ελευθέρωσον
ίνα κράζω Σοι·
Χαίρε Νύμφη Ανύμφευτε.

Χαιρετισμοί της Παναγίας Θεοτόκου – Ακάθιστος Ύμνος (πολυτονικό)

Τό προσταχθέν μυστικῶς λαβών ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ σπουδῇ ἐπέστη, ὁ Ἀσωματος λέγων τῇ Ἀπειρογάμῳ· Ὁ κλίνας τῇ καταβάσει τούς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν Σοί· Ὅν καί βλέπων ἐν μήτρᾳ Σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν Σοι·

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Τῇ ὑπερμάχῳ στρατηγῷ τά νικητήρια, Ὡς λυτρωθεῖσα τῶν δεινῶν ευχαριστήρια. Ἀναγράφω Σοι ἡ πόλις Σου, Θεοτόκε. Ἀλλ᾽ ὡς ἔχουσα τό κράτος ἀπροσμάχητον, Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω Σοι·

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τό χαῖρε (τρίς·) καί σύν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν Σε θεωρῶν, Κύριε, ἐξίστατο, καί ἵστατο κραυγάζων πρός Αὐτήν τοιαῦτα·

Χαῖρε, δι᾽ ἧς ἡ χαρά ἐκλάμψει·
χαῖρε, δι΄ ἧς ἡ ἀρά ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις·
χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς·
χαῖρε, βάθος δυσθεώρητον καί Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα·
χαῖρε, ὅτι βαστάζεις τόν βαστάζοντα πάντα.
Χαῖρε, ἀστήρ ἐμφαίνων τόν Ἥλιον·
χαῖρε, γαστήρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι᾽ ἧς νεουργεῖται ἡ κτίσις·
χαῖρε, δι᾽ ἧς βρεφουργεῖται ο Κτίστης.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Βλέπουσα ἡ Ἁγία, ἑαυτήν ἐν ἁγνεία, φησί τῷ Γαβριήλ θαρσαλέως· τό παράδοξόν Σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γάρ συλλήψεως τήν κύησιν πῶς λέγεις; κράζων·

Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι ἡ Παρθένος ζητοῦσα ἐβόησε πρός τόν λειτουργοῦντα· Έκ λαγόνων ἁγνῶν Υἱόν, πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον μοι. Πρός Ἥν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλήν κραυγάζων οὕτω· Χαῖρε, βουλῆς ἀπορρήτου μύστις·
χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τό προοίμιον·
χαῖρε, τῶν δογμάτων Αὐτοῦ τό κεφάλαιον.
Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι΄ ἧς κατέβῃ ὁ Θεός·
χαῖρε, γέφυρα μετάγουσα τούς ἐκ γῆς πρός οὐρανόν.
Χαῖρε, τό τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα·
χαῖρε, τό τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χαῖρε, τό φῶς ἀρρήτως γεννήσασα·
χαῖρε, τό πῶς μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν·
χαῖρε, πιστῶν καταυγάζουσα φρένας.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Δύναμις τοῦὙψίστου, ἐπεσκίασε τότε, πρός σύλληψιν τῇ Ἀπειρογάμῳ· καί τήν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρόν ὑπέδειξεν ἡδύν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως·

Ἀλληλούϊα.

Ἔχουσα θεοδόχον, ἡ Παρθένος τήν μήτραν, ἀνέδραμε πρός τήν Ἐλισάβετ· τό δέ βρέφος ἐκείνης, εὐθύς ἐπιγνόν τόν ταύτης ἀσπασμόν, ἔχαιρε· καί ἅλμασιν ὡς ἄσμασιν ἐβόα πρός τήν Θεοτόκον· Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα·
χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.
Χαῖρε, γεωργόν γεωργοῦσα φιλάνθρωπον·
χαῖρε, φυτουργόν τῆς ζωῆς ἡμῶν φύουσα.
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν·
χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις·
χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτόν πρεσβείας θυμίαμα·
χαῖρε, παντός τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρός θνητούς εὐδοκία·
χαῖρε, θνητῶν πρός Θεόν παρρησία.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσήφ ἐταράχθη, πρός τήν ἄγαμόν Σε θεωρῶν, καί κλεψίγαμον ὑπονοῶν, Ἄμεμπτε· μαθών δέ Σου τήν σύλληψιν ἐκ Πνεύματος Ἁγίου, ἔφη·

Ἀλληλούϊα.

Ἤκουσαν οἱ ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων, τήν ἔνσαρκον Χριστοῦ παρουσίαν· καί δραμόντες ὡς πρός ποιμένα, θεωροῦσι Τοῦτον ὡς ἀμνόν ἄμωμον, ἐν τῇ γαστρί Μαρίας βοσκηθέντα, ἣν ὑμνούντες εἶπον.
Χαῖρε, ἀμνοῦ καί ποιμένος Μήτηρ· χαίρε, αὐλή λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον·
χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
Χαῖρε, ὅτι τά οὐράνια συναγάλλεται τῇ γῇ·
χαῖρε, ὅτι τά ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν Ἀποστόλων τό ἀσίγητον στόμα·
χαῖρε, τῶν Ἀθλοφόρων τό ἀνίκητον θάρσος.
Χαῖρε, στερρόν τῆς πίστεως ἔρεισμα·
χαῖρε, λαμπρόν τῆς χάριτος γνώρισμα.
Χαῖρε, δι᾽ ἧς ἐγυμνώθη ὁ Ἅδης·
χαῖρε, δι᾽ ἧς ἐνεδύθημεν δόξαν.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Θεοδρόμον ἀστέρα, θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καί ὡς λύχνον κρατοῦντες αὐτόν, δι΄ αὐτοῦ ἠρεύνων κραταιόν Ἄνακτα· καί φθάσαντες τόν ἄφθαστον, ἐχάρησαν Αὐτῷ βοῶντες·

Ἀλληλούϊα.

Ἴδον παῖδες Χαλδαίων, ἐν χερσί τῆς Παρθένου, τόν πλάσαντα χειρί τούς ἀνθρώπους· καί Δεσπότην νοοῦντες Αὐτόν, εἰ καί δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι, καί βοῆσαι τῇ εὐλογημένη· Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ·
χαῖρε, αὐγή μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς απάτης τήν κάμινον σβεσασα·
χαῖρε, τῆς Τριάδος τούς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς·
χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας·
χαῖρε, ἡ τοῦ βορβόρου ρυομένη τῶν ἔργων.
Χαῖρε, πυρός προσκύνησιν παύσασα·
χαῖρε, φλογός παθῶν ἀπαλλάττουσα.
Χαῖρε, πιστῶν ὁδηγέ σωφροσύνης·
χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Κήρυκες θεοφόροι, γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τήν Βαβυλῶνα· ἐκτελέσαντές Σου τόν χρησμόν, και κηρύξαντές Σε τόν Χριστόν ἅπασιν, ἀφέντες τόν Ἡρώδην, ὡς ληρώδη, μή εἰδότα ψάλλειν·

Ἀλληλούϊα.

Λάμψας ἐν τῂ Αἰγύπτῳ, φωτισμόν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τό σκότος· τά γάρ εἴδωλα ταύτης, Σωτήρ, μή ἐνέγκαντά Σου τήν ἰσχύν, πέπτωκεν· οἱ τούτων δέ ρυσθέντες ἐβόων πρός τήν Θεοτόκον.
Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων·
χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χαῖρε, τῆς ἀπάτης τήν πλάνην πατήσασα·
χαῖρε, τῶν εἰδώλων τόν δόλον ἐλέγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραώ τόν νοητόν·
χαῖρε, πέτρα ἡ ποτίσασα τούς διψῶντας τήν ζωήν.
Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τούς ἐν σκότει·
χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέλης.
Χαῖρε, τροφή τοῦ Μάννα διάδοχε·
χαῖρε, τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας·
χαῖρε, ἐξ ἧς ρέει μέλι και γάλα.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Μέλλοντος Συμεῶνος, τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ΄ ἐγνώσθης τούτῳ καί Θεός τέλειος· διόπερ ἐξεπλάγη Σου τήν ἄρρητον σοφίαν, κράζων·

Ἀλληλούϊα.

Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ἡμῖν τοῖς ὑπ᾽ αὐτοῦ γενομένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός, καί φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον· ἵνα τό θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες·
Χαῖρε, τό ἄνθος τῆς ἀφθαρσίας·
χαῖρε, τό στέφος τῆς ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα·
χαῖρε, τῶν Ἀγγέλων τόν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί·
χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ᾽ οὗ σκέπονται πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγόν πλανωμένοις·
χαῖρε, ἀπογεννῶσα λυτρωτήν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις· χαίρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολή τῶν γυμνῶν παρρησίας·
χαῖρε, στοργή πάντα πόθον νικῶσα.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τόν νοῦν εἰς οὐρανόν μεταθέντες· διά τοῦτο γάρ ὁ ὑψηλός Θεός, ἐπί γῆς ἐφάνη ταπεινός ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρός τό ὕψος τούς Αὐτῷ βοῶντας·

Ἀλληλούϊα.

Ὅλος ἦν ἐν τοῖς κάτω, καί τῶν ἄνω οὐδόλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γάρ θεϊκή, οὐ μετάβασις δέ τοπική γέγονε· καί τόκος ἐκ Παρθένου θεολήπτου, ἀκουούσης ταῦτα·
Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα·
χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα·
χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον τοῦἐπί τῶν Χερουβίμ·
χαῖρε, οἴκημα πανάριστον τοῦἐπί τῶν Σεραφίμ.
Χαῖρε, ἡ τἀναντία εἰς ταὐτο ἀγαγοῦσα·
χαῖρε, ἡ παρθενίαν καί λοχείαν ζευγνῦσα.
Χαῖρε, δι᾽ἧς ἐλύθη παράβασις·
χαῖρε, δι᾽ ἧς ἠνοίχθη Παράδεισος.
Χαῖρε, ἡ κλείς τῆς Χριστοῦ βασιλείας·
χαῖρε, ἐλπίς ἀγαθῶν αἰωνίων.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τό μέγα τῆς Σῆς ἐνανθρωπήσεως ἔργον· τόν ἀπρόσιτον γάρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτόν ἄνθρωπον, ἡμῖν μέν συνδιάγοντα, ἀκουόντα δέ παρά πάντων οὕτως·

Ἀλληλούϊα.

Ρήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπί Σοί, Θεοτόκε· ἀποροῦσι γάρ λέγειν τό πῶς καί Παρθένος μένεις, καί τεκεῖν ἴσχυσας· ἡμεῖς δέ τό Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν· Χαῖρε, Σοφίας Θεοῦ δοχεῖον·
χαῖρε, προνοίας Αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα·
χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοί συζητηταί·
χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί. Χαίρε, τῶν Ἀθηναῖων τάς πλοκάς διασπῶσα·
χαῖρε, τῶν ἁλιέων τάς σαγήνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαίρε, πολλούς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκάς τῶν θελόντων σωθῆναι·
χαῖρε, λιμήν τῶν τοῦ βίου πλωτήρων.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Σῶσαι θέλων τόν κόσμον, ὁ τῶν ὅλων κοσμήτωρ, πρός τοῦτον αὐτεπάγγελτος ἧλθε· καί ποιμήν ὑπάρχων ὡς Θεός, δι΄ ἡμᾶς ἐφάνη καθ΄ ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γάρ τό ὅμοιον καλέσας, ὡς Θεός ἀκούει·

Ἀλληλούϊα.

Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε, καί πάντων τῶν εἰς Σέ προστρεχόντων· ὁ γάρ τοῦ οὐρανοῦ καί τῆς γῆς κατεσκεύσασέ σε Ποιητής Ἄχραντε, οἱκήσας ἐν τῇ μήτρᾳ Σου, καί πάντας Σοι προσφωνεῖν διδάξας· Χαῖρε, ἡ στήλη τῆς παρθενίας·
χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Χαῖρε, ἀρχηγέ νοητῆς ἀναπλάσεως·
χαῖρε, χορηγέ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, Σύ γάρ ἀνεγέννησας τούς συλληφθέντας αἰσχρῶς·
χαῖρε, Σύ γάρ ἐνουθέτησας τούς συληθέντας τόν νοῦν.
Χαῖρε, ἡ τόν φθορέα τῶν φρένων καταργοῦσα·
χαῖρε, ἡ τόν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστάς ἀσπόρου νυμφεύσεως·
χαῖρε, πιστούς Κυρίῳ ἁρμόζουσα.
Χαῖρε, καλή κουροτρόφε παρθένων· χαίρε, ψυχῶν νυμφοστόλε ἁγίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὕμνος ἅπας ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γάρ τῇ ψάμμῳ ὠδάς, ἅν προσφέρωμέν Σοι, Βασιλεῦ Ἅγιε, οὐδέν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν, τοῖς Σοί βοῶσιν·

Ἀλληλούϊα.

Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τήν Ἁγίαν Παρθένον· τό γάρ ἄϋλον ἅπτουσα φῶς, ὁδηγεῖ πρός γνῶσιν θεϊκήν ἅπαντας, αὐγῇ τόν νοῦν φωτίζουσα, κραυγῇ δέ τιμωμένη ταῦτα· Χαῖρε, ἀκτίς νοητοῦ Ἡλίου·
χαῖρε, βολίς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπή τάς ψυχάς καταλάμπουσα·
χαῖρε, ὡς βροντή τούς ἐχθρούς καταπλήττουσα.
Χαῖρε, ὅτι τόν πολύφωτον ἀνατέλλεις φωτισμός·
χαῖρε, ὅτι τόν πολύρρυτον ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τόν τύπον·
χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τόν ρύπον.
Χαῖρε, λουτήρ ἐκπλύνων συνείδησιν·
χαῖρε, κρατήρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμή τῆς Χριστοῦ εὐωδίας·
χαῖρε, ζωή μυστικῆς εὐωχίας.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι᾽Ἑαυτοῦ πρός τούς ἀποδήμους τῆς Αὑτοῦ χάριτος· καί σχίσας το χειρόγραφον, ἀκούει παρά πάντων οὕτως.

Ἀλληλούϊα.

Ψάλλοντές Σου τόν τόκον, ἀνυμνοῦμεν Σε πάντες, ὡς ἔμψυχον ναόν, Θεοτόκε· ἐν τῇ Σῇ γάρ οἰκήσας γαστρί, ὁ συνεχών πάντα τῇ χειρί Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν Σοι πάντας·
Χαῖρε, σκηνή τοῦ Θεοῦ καί Λόγου·
χαῖρε, Ἁγία Ἁγίων μείζων.
Χαῖρε, κιβωτέ χρυσωθείσα τῷ Πνεύματι·
χαῖρε, θησαυρέ τῆς ζωῆς ἀδαπάνητε.
Χαῖρε, τίμιον διάδημα βασιλέων εὐσεβών·
χαῖρε, καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος·
χαῖρε, τῆς βασιλείας τό ἀπόρθητον τεῖχος.
Χαῖρε, δι᾽ἧς ἐγείρονται τρόπαια·
χαῖρε, δι᾽ ἧς ἐχθροί καταπίπτουσι.
Χαῖρε, χρωτός τοῦ ἐμοῦ θεραπεία·
χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Ὦ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τόν πάντων Ἁγίων Ἁγιώτατον Λόγον· (τρις) δεξαμένη τήν νῦν προσφοράν, ἀπό πάσης ρῦσαι συμφορᾶς ἅπαντας· καί τῆς μελλούσης λύτρωσαι κολάσεως, τούς σοί βοῶντας·

Ἀλληλούϊα.

Τῇ ὑπερμάχῳ στρατηγῷ τά νικητήρια, Ὡς λυτρωθεῖσα τῶν δεινῶν ευχαριστήρια. Ἀναγράφω Σοι ἡ πόλις Σου, Θεοτόκε. Ἀλλ᾽ὡς ἔχουσα τό κράτος ἀπροσμάχητον, Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω Σοι·

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Οι Χαιρετισμοί σε αγιογραφία (video)

Σαρακοστή, Πάσχα και Ανάσταση

Δείτε το αφιέρωμα της Ματιάς για την Μεγάλη Σαρακοστή, την Μεγάλη Βδομάδα, την Ανάσταση και το Πάσχα, κάνοντας κλικ εδώ!

This post was last modified on 12 Αυγούστου 2019 12:15

ΤΑ ΠΙΟ ΝΕΑ

ΤΕΙΘ – Αλεξάνδρειο Τεχνολογικό Εκπαιδευτικό Ίδρυμα Θεσσαλονίκης – Σίνδος, Θεσσαλονίκη, Μακεδονία, Ελλάδα

Φωτογραφίες από το ΤΕΙΘ - Αλεξάνδρειο Τεχνολογικό Εκπαιδευτικό Ίδρυμα Θεσσαλονίκης στη Σίνδος, Θεσσαλονίκη.

18 Σεπτεμβρίου 2019

Κέικ με φρέσκες φράουλες

Σπάνιο είδος κέικ με λαχταριστές φρέσκιες φράουλες! Υπέροχο, φρουτένιο και πεντανόστιμο!

16 Σεπτεμβρίου 2019

Ο Walter Summerford, ο Roy Sullivan και τα χτυπήματα του κεραυνού

Οι άνθρωποι που δέχτηκαν τα περισσότερα χτυπήματα από κεραυνό στη ζωή τους.

4 Σεπτεμβρίου 2019

Ναύπακτος

Φωτογραφίες από τη Ναύπακτο.

4 Σεπτεμβρίου 2019

Παστίτσιο

Ένα από τα πιο αγαπημένα φαγητά των Ελλήνων. Παστίτσιο το κλασσικό και... τα λόγια είναι περιττά!

4 Σεπτεμβρίου 2019

T2 3D Battle Across Time HD

Mini Sequel για το Terminator 2 Judgement Day

3 Σεπτεμβρίου 2019

Χρησιμοποιούμε cookies για βελτίωση των υπηρεσιών μας και για στατιστικούς λόγους. Για να διαβάσετε τις σελίδες μας πρέπει να συμφωνήσετε με τη χρήση των cookies.

ΟΡΟΙ ΧΡΗΣΗΣ